Ezekiel 18

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Ezekiel 17   Ezekiel 19 →

1 και εγενετο λογος κυριου προς με λεγων

2 υιε ανθρωπου τι υμιν η παραβολη αυτη εν τοις υιοις ισραηλ λεγοντες οι πατερες εφαγον ομφακα και οι οδοντες των τεκνων εγομφιασαν

3 ζω εγω λεγει κυριος εαν γενηται ετι λεγομενη η παραβολη αυτη εν τω ισραηλ

4 οτι πασαι αι ψυχαι εμαι εισιν ον τροπον η ψυχη του πατρος ουτως και η ψυχη του υιου εμαι εισιν η ψυχη η αμαρτανουσα αυτη αποθανειται

5 ο δε ανθρωπος ος εσται δικαιος ο ποιων κριμα και δικαιοσυνην

6 επι των ορεων ου φαγεται και τους οφθαλμους αυτου ου μη επαρη προς τα ενθυμηματα οικου ισραηλ και την γυναικα του πλησιον αυτου ου μη μιανη και προς γυναικα εν αφεδρω ουσαν ου προσεγγιει

7 και ανθρωπον ου μη καταδυναστευση ενεχυρασμον οφειλοντος αποδωσει και αρπαγμα ουχ αρπαται τον αρτον αυτου τω πεινωντι δωσει και γυμνον περιβαλει

8 και το αργυριον αυτου επι τοκω ου δωσει και πλεονασμον ου λημψεται και εξ αδικιας αποστρεψει την χειρα αυτου κριμα δικαιον ποιησει ανα μεσον ανδρος και ανα μεσον του πλησιον αυτου

9 και τοις προσταγμασιν μου πεπορευται και τα δικαιωματα μου πεφυλακται του ποιησαι αυτα δικαιος ουτος εστιν ζωη ζησεται λεγει κυριος

10 και εαν γεννηση υιον λοιμον εκχεοντα αιμα και ποιουντα αμαρτηματα

11 εν τη οδω του πατρος αυτου του δικαιου ουκ επορευθη αλλα και επι των ορεων εφαγεν και την γυναικα του πλησιον αυτου εμιανεν

12 και πτωχον και πενητα κατεδυναστευσεν και αρπαγμα ηρπασεν και ενεχυρασμον ουκ απεδωκεν και εις τα ειδωλα εθετο τους οφθαλμους αυτου ανομιαν πεποιηκεν

13 μετα τοκου εδωκε και πλεονασμον ελαβεν ουτος ζωη ου ζησεται πασας τας ανομιας ταυτας εποιησεν θανατω θανατωθησεται το αιμα αυτου επ' αυτον εσται

14 εαν δε γεννηση υιον και ιδη πασας τας αμαρτιας του πατρος αυτου ας εποιησεν και φοβηθη και μη ποιηση κατα ταυτας

15 επι των ορεων ου βεβρωκεν και τους οφθαλμους αυτου ουκ εθετο εις τα ενθυμηματα οικου ισραηλ και την γυναικα του πλησιον αυτου ουκ εμιανεν

16 και ανθρωπον ου κατεδυναστευσεν και ενεχυρασμον ουκ ενεχυρασεν και αρπαγμα ουχ ηρπασεν τον αρτον αυτου τω πεινωντι εδωκεν και γυμνον περιεβαλεν

17 και απ' αδικιας απεστρεψε την χειρα αυτου τοκον ουδε πλεονασμον ουκ ελαβεν δικαιοσυνην εποιησεν και εν τοις προσταγμασιν μου επορευθη ου τελευτησει εν αδικιαις πατρος αυτου ζωη ζησεται

18 ο δε πατηρ αυτου εαν θλιψει θλιψη και αρπαση αρπαγμα εναντια εποιησεν εν μεσω του λαου μου και αποθανειται εν τη αδικια αυτου

19 και ερειτε τι οτι ουκ ελαβεν την αδικιαν ο υιος του πατρος αυτου οτι ο υιος δικαιοσυνην και ελεος εποιησεν παντα τα νομιμα μου συνετηρησεν και εποιησεν αυτα ζωη ζησεται

20 η δε ψυχη η αμαρτανουσα αποθανειται ο δε υιος ου λημψεται την αδικιαν του πατρος αυτου ουδε ο πατηρ λημψεται την αδικιαν του υιου αυτου δικαιοσυνη δικαιου επ' αυτον εσται και ανομια ανομου επ' αυτον εσται

21 και ο ανομος εαν αποστρεψη εκ πασων των ανομιων αυτου ων εποιησεν και φυλαξηται πασας τας εντολας μου και ποιηση δικαιοσυνην και ελεος ζωη ζησεται ου μη αποθανη

22 παντα τα παραπτωματα αυτου οσα εποιησεν ου μνησθησεται εν τη δικαιοσυνη αυτου η εποιησεν ζησεται

23 μη θελησει θελησω τον θανατον του ανομου λεγει κυριος ως το αποστρεψαι αυτον εκ της οδου της πονηρας και ζην αυτον

24 εν δε τω αποστρεψαι δικαιον εκ της δικαιοσυνης αυτου και ποιηση αδικιαν κατα πασας τας ανομιας ας εποιησεν ο ανομος πασαι αι δικαιοσυναι αυτου ας εποιησεν ου μη μνησθωσιν εν τω παραπτωματι αυτου ω παρεπεσεν και εν ταις αμαρτιαις αυτου αις ημαρτεν εν αυταις αποθανειται

25 και ειπατε ου κατευθυνει η οδος κυριου ακουσατε δη πας οικος ισραηλ μη η οδος μου ου κατευθυνει ουχι η οδος υμων ου κατευθυνει

26 εν τω αποστρεψαι τον δικαιον εκ της δικαιοσυνης αυτου και ποιηση παραπτωμα και αποθανη εν τω παραπτωματι ω εποιησεν εν αυτω αποθανειται

27 και εν τω αποστρεψαι ανομον απο της ανομιας αυτου ης εποιησεν και ποιηση κριμα και δικαιοσυνην ουτος την ψυχην αυτου εφυλαξεν

28 και απεστρεψεν εκ πασων των ασεβειων αυτου ων εποιησεν ζωη ζησεται ου μη αποθανη

29 και λεγουσιν ο οικος του ισραηλ ου κατορθοι η οδος κυριου μη η οδος μου ου κατορθοι οικος ισραηλ ουχι η οδος υμων ου κατορθοι

30 εκαστον κατα την οδον αυτου κρινω υμας οικος ισραηλ λεγει κυριος επιστραφητε και αποστρεψατε εκ πασων των ασεβειων υμων και ουκ εσονται υμιν εις κολασιν αδικιας

31 απορριψατε απο εαυτων πασας τας ασεβειας υμων ας ησεβησατε εις εμε και ποιησατε εαυτοις καρδιαν καινην και πνευμα καινον και ινα τι αποθνησκετε οικος ισραηλ

32 διοτι ου θελω τον θανατον του αποθνησκοντος λεγει κυριος

← Ezekiel 17   Ezekiel 19 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 141

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1093, 5433, 5764, 6353, 6563, 8972, 9210 ...

Apocalypse Revealed 209, 213, 668

Conjugial Love 487

The Lord 49

Sacred Scripture 85

True Christianity 143, 156, 601

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: