Ezekiel 11

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Ezekiel 10   Ezekiel 12 →

1 και ανελαβεν με πνευμα και ηγαγεν με επι την πυλην του οικου κυριου την κατεναντι την βλεπουσαν κατα ανατολας και ιδου επι των προθυρων της πυλης ως εικοσι και πεντε ανδρες και ειδον εν μεσω αυτων τον ιεζονιαν τον του εζερ και φαλτιαν τον του βαναιου τους αφηγουμενους του λαου

2 και ειπεν κυριος προς με υιε ανθρωπου ουτοι οι ανδρες οι λογιζομενοι ματαια και βουλευομενοι βουλην πονηραν εν τη πολει ταυτη

3 οι λεγοντες ουχι προσφατως ωκοδομηνται αι οικιαι αυτη εστιν ο λεβης ημεις δε τα κρεα

4 δια τουτο προφητευσον επ' αυτους προφητευσον υιε ανθρωπου

5 και επεσεν επ' εμε πνευμα κυριου και ειπεν προς με λεγε ταδε λεγει κυριος ουτως ειπατε οικος ισραηλ και τα διαβουλια του πνευματος υμων εγω επισταμαι

6 επληθυνατε νεκρους υμων εν τη πολει ταυτη και ενεπλησατε τας οδους αυτης τραυματιων

7 δια τουτο ταδε λεγει κυριος τους νεκρους υμων ους επαταξατε εν μεσω αυτης ουτοι εισιν τα κρεα αυτη δε ο λεβης εστιν και υμας εξαξω εκ μεσου αυτης

8 ρομφαιαν φοβεισθε και ρομφαιαν επαξω εφ' υμας λεγει κυριος

9 και εξαξω υμας εκ μεσου αυτης και παραδωσω υμας εις χειρας αλλοτριων και ποιησω εν υμιν κριματα

10 εν ρομφαια πεσεισθε επι των οριων του ισραηλ κρινω υμας και επιγνωσεσθε οτι εγω κυριος

11 αυτη υμιν ουκ εσται εις λεβητα και υμεις ου μη γενησθε εν μεσω αυτης εις κρεα επι των οριων του ισραηλ κρινω υμας

12 και επιγνωσεσθε διοτι εγω κυριος

13 και εγενετο εν τω προφητευειν με και φαλτιας ο του βαναιου απεθανεν και πιπτω επι προσωπον μου και ανεβοησα φωνη μεγαλη και ειπα οιμμοι οιμμοι κυριε εις συντελειαν συ ποιεις τους καταλοιπους του ισραηλ

14 και εγενετο λογος κυριου προς με λεγων

15 υιε ανθρωπου οι αδελφοι σου και οι ανδρες της αιχμαλωσιας σου και πας ο οικος του ισραηλ συντετελεσται οις ειπαν αυτοις οι κατοικουντες ιερουσαλημ μακραν απεχετε απο του κυριου ημιν δεδοται η γη εις κληρονομιαν

16 δια τουτο ειπον ταδε λεγει κυριος οτι απωσομαι αυτους εις τα εθνη και διασκορπιω αυτους εις πασαν την γην και εσομαι αυτοις εις αγιασμα μικρον εν ταις χωραις ου αν εισελθωσιν εκει

17 δια τουτο ειπον ταδε λεγει κυριος και εισδεξομαι αυτους εκ των εθνων και συναξω αυτους εκ των χωρων ου διεσπειρα αυτους εν αυταις και δωσω αυτοις την γην του ισραηλ

18 και εισελευσονται εκει και εξαρουσιν παντα τα βδελυγματα αυτης και πασας τας ανομιας αυτης εξ αυτης

19 και δωσω αυτοις καρδιαν ετεραν και πνευμα καινον δωσω εν αυτοις και εκσπασω την καρδιαν την λιθινην εκ της σαρκος αυτων και δωσω αυτοις καρδιαν σαρκινην

20 οπως εν τοις προσταγμασιν μου πορευωνται και τα δικαιωματα μου φυλασσωνται και ποιωσιν αυτα και εσονται μοι εις λαον και εγω εσομαι αυτοις εις θεον

21 και εις την καρδιαν των βδελυγματων αυτων και των ανομιων αυτων ως η καρδια αυτων επορευετο τας οδους αυτων εις κεφαλας αυτων δεδωκα λεγει κυριος

22 και εξηραν τα χερουβιν τας πτερυγας αυτων και οι τροχοι εχομενοι αυτων και η δοξα θεου ισραηλ επ' αυτα υπερανω αυτων

23 και ανεβη η δοξα κυριου εκ μεσης της πολεως και εστη επι του ορους ο ην απεναντι της πολεως

24 και ανελαβεν με πνευμα και ηγαγεν με εις γην χαλδαιων εις την αιχμαλωσιαν εν ορασει εν πνευματι θεου και ανεβην απο της ορασεως ης ειδον

25 και ελαλησα προς την αιχμαλωσιαν παντας τους λογους του κυριου ους εδειξεν μοι

← Ezekiel 10   Ezekiel 12 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Conjugial Love 26

The Inner Meaning of the Prophets and Psalms 134


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1250, 2921, 3813, 4503, 5922, 8408, 8427, ...

Apocalypse Revealed 36, 501, 629, 832, 883, 945

Divine Providence 134

Doctrine of the Lord 28, 39, 49, 52

Doctrine of Life 86

True Christian Religion 93, 143, 157, 705


References from Swedenborg's unpublished works:

Apocalypse Explained 422, 577, 652, 746, 926, 946, 1045, ...

Coronis (An Appendix to True Christian Religion) 58

Marriage 93

Scriptural Confirmations 2, 4, 22, 52

Jiný komentář

  Příběhy:


Hop to Similar Bible Verses

Genesis 17:8

Deuteronomy 4:27, 12:30, 28:36, 30:3, 6

2 Kings 18:12, 21:2, 9

1 Chronicles 28:9

2 Chronicles 36:14

Ezra 9:7

Nehemiah 33

Psalms 36:5, 139:2

Proverbs 6:15, 10:24

Isaiah 60:21

Jeremiah 1:13, 24:5, 7, 29:10, 30:22, 31:33, 32:39, 42:16, 17, 52:10

Lamentations 4:13

Ezekiel 2:2, 3:4, 12, 14, 5:6, 8, 15, 7:3, 8, 8:3, 6, 9:3, 8, 10:19, 11:1, 24, 14:3, 11, 18:31, 20:23, 34, 41, 24:3, 6, 28:25, 33:24, 34:13, 36:26, 37:1, 23, 27, 40:6, 43:2

Hosea 14:9

Zechariah 8:7, 14:4

Acts of the Apostles 1:12

2 Corinthians 3:3

Hebrews 4:13

Word/Phrase Explanations

γη
'Lands' of different nations are used in the Word to signify the different kinds of love prevalent in the inhabitants.

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 A Little Sanctuary
Why does the Lord allow parents to feel so helpless at times, when they’re trying to participate in something that is so important to Him?
Article | Ages over 18


Přeložit: