Ezekiel 1

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Lamentations 5   Ezekiel 2 →

1 και εγενετο εν τω τριακοστω ετει εν τω τεταρτω μηνι πεμπτη του μηνος και εγω ημην εν μεσω της αιχμαλωσιας επι του ποταμου του χοβαρ και ηνοιχθησαν οι ουρανοι και ειδον ορασεις θεου

2 πεμπτη του μηνος τουτο το ετος το πεμπτον της αιχμαλωσιας του βασιλεως ιωακιμ

3 και εγενετο λογος κυριου προς ιεζεκιηλ υιον βουζι τον ιερεα εν γη χαλδαιων επι του ποταμου του χοβαρ και εγενετο επ' εμε χειρ κυριου

4 και ειδον και ιδου πνευμα εξαιρον ηρχετο απο βορρα και νεφελη μεγαλη εν αυτω και φεγγος κυκλω αυτου και πυρ εξαστραπτον και εν τω μεσω αυτου ως ορασις ηλεκτρου εν μεσω του πυρος και φεγγος εν αυτω

5 και εν τω μεσω ως ομοιωμα τεσσαρων ζωων και αυτη η ορασις αυτων ομοιωμα ανθρωπου επ' αυτοις

6 και τεσσαρα προσωπα τω ενι και τεσσαρες πτερυγες τω ενι

7 και τα σκελη αυτων ορθα και πτερωτοι οι ποδες αυτων και σπινθηρες ως εξαστραπτων χαλκος και ελαφραι αι πτερυγες αυτων

8 και χειρ ανθρωπου υποκατωθεν των πτερυγων αυτων επι τα τεσσαρα μερη αυτων και τα προσωπα αυτων των τεσσαρων

9 ουκ επεστρεφοντο εν τω βαδιζειν αυτα εκαστον κατεναντι του προσωπου αυτων επορευοντο

10 και ομοιωσις των προσωπων αυτων προσωπον ανθρωπου και προσωπον λεοντος εκ δεξιων τοις τεσσαρσιν και προσωπον μοσχου εξ αριστερων τοις τεσσαρσιν και προσωπον αετου τοις τεσσαρσιν

11 και αι πτερυγες αυτων εκτεταμεναι ανωθεν τοις τεσσαρσιν εκατερω δυο συνεζευγμεναι προς αλληλας και δυο επεκαλυπτον επανω του σωματος αυτων

12 και εκατερον κατα προσωπον αυτου επορευετο ου αν ην το πνευμα πορευομενον επορευοντο και ουκ επεστρεφον

13 και εν μεσω των ζωων ορασις ως ανθρακων πυρος καιομενων ως οψις λαμπαδων συστρεφομενων ανα μεσον των ζωων και φεγγος του πυρος και εκ του πυρος εξεπορευετο αστραπη

15 και ειδον και ιδου τροχος εις επι της γης εχομενος των ζωων τοις τεσσαρσιν

16 και το ειδος των τροχων ως ειδος θαρσις και ομοιωμα εν τοις τεσσαρσιν και το εργον αυτων ην καθως αν ειη τροχος εν τροχω

17 επι τα τεσσαρα μερη αυτων επορευοντο ουκ επεστρεφον εν τω πορευεσθαι αυτα

18 ουδ' οι νωτοι αυτων και υψος ην αυτοις και ειδον αυτα και οι νωτοι αυτων πληρεις οφθαλμων κυκλοθεν τοις τεσσαρσιν

19 και εν τω πορευεσθαι τα ζωα επορευοντο οι τροχοι εχομενοι αυτων και εν τω εξαιρειν τα ζωα απο της γης εξηροντο οι τροχοι

20 ου αν ην η νεφελη εκει το πνευμα του πορευεσθαι επορευοντο τα ζωα και οι τροχοι και εξηροντο συν αυτοις διοτι πνευμα ζωης ην εν τοις τροχοις

21 εν τω πορευεσθαι αυτα επορευοντο και εν τω εσταναι αυτα ειστηκεισαν και εν τω εξαιρειν αυτα απο της γης εξηροντο συν αυτοις οτι πνευμα ζωης ην εν τοις τροχοις

22 και ομοιωμα υπερ κεφαλης αυτοις των ζωων ωσει στερεωμα ως ορασις κρυσταλλου εκτεταμενον επι των πτερυγων αυτων επανωθεν

23 και υποκατω του στερεωματος αι πτερυγες αυτων εκτεταμεναι πτερυσσομεναι ετερα τη ετερα εκαστω δυο συνεζευγμεναι επικαλυπτουσαι τα σωματα αυτων

24 και ηκουον την φωνην των πτερυγων αυτων εν τω πορευεσθαι αυτα ως φωνην υδατος πολλου και εν τω εσταναι αυτα κατεπαυον αι πτερυγες αυτων

25 και ιδου φωνη υπερανωθεν του στερεωματος του οντος υπερ κεφαλης αυτων

26 ως ορασις λιθου σαπφειρου ομοιωμα θρονου επ' αυτου και επι του ομοιωματος του θρονου ομοιωμα ως ειδος ανθρωπου ανωθεν

27 και ειδον ως οψιν ηλεκτρου απο ορασεως οσφυος και επανω και απο ορασεως οσφυος και εως κατω ειδον ως ορασιν πυρος και το φεγγος αυτου κυκλω

28 ως ορασις τοξου οταν η εν τη νεφελη εν ημερα υετου ουτως η στασις του φεγγους κυκλοθεν αυτη η ορασις ομοιωματος δοξης κυριου και ειδον και πιπτω επι προσωπον μου και ηκουσα φωνην λαλουντος

← Lamentations 5   Ezekiel 2 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 9457, 9509

Apocalypse Revealed 36, 322, 945

Conjugial Love 26

The Lord 52

Sacred Scripture 97

The Inner Meaning of the Prophets and Psalms 124


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 49, 425, 908, 934, 1042, 1992, 2162, ...

Apocalypse Revealed 14, 49, 239, 245, 466, 614, 629, ...

Divine Providence 134

Doctrine of the Lord 48

True Christianity 157, 260


References from Swedenborg's unpublished works:

Apocalypse Explained 69, 70, 77, 239, 253, 277, 279, ...

Coronis (An Appendix to True Christian Religion) 60

Spiritual Experiences 255

Scriptural Confirmations 2, 4, 22, 52

Jiný komentář

  Příběhy:


  Komentář (pdf)


Hop to Similar Bible Verses

Genesis 9:13

Exodus 24, 24:10, 17

Judges 13:20

1 Kings 18:46, 19:11

2 Kings 2:11, 24:12

1 Chronicles 16:27

2 Chronicles 3:11

Job 38:1

Psalms 50:3, 97:3, 104:4, 137:1

Isaiah 6:2

Ezekiel 3:13, 15, 22, 23, 8:1, 2, 3, 4, 10:1, 10, 33:21, 22, 40:1, 41:19, 43:2

Daniel 7:9, 8:17, 10:6

Habakkuk 3:4

Matthew 16

Acts of the Apostles 7:56, 9:4, 10:11

2 Corinthians 12:1

Revelation 1:13, 15, 4:1, 2, 3, 5, 6, 7, 10:1

Word/Phrase Explanations

γη
'Lands' of different nations are used in the Word to signify the different kinds of love prevalent in the inhabitants.

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Ezekiel's Vision
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Ezekiel’s Vision (3-5 years)
Project | Ages 4 - 6

 Ezekiel’s Vision (6-8 years)
Project | Ages 7 - 10

 Ezekiel’s Vision (9-11 years)
Project | Ages 11 - 14

 Vision of the Prophet Ezekiel
Project | Ages 7 - 17


Přeložit: