Exodus 37

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Exodus 36   Exodus 38 →

1 και εποιησαν τη σκηνη δεκα αυλαιας

2 οκτω και εικοσι πηχεων μηκος της αυλαιας της μιας το αυτο ησαν πασαι και τεσσαρων πηχων το ευρος της αυλαιας της μιας

3 και εποιησαν το καταπετασμα εξ υακινθου και πορφυρας και κοκκινου νενησμενου και βυσσου κεκλωσμενης εργον υφαντου χερουβιμ

4 και επεθηκαν αυτο επι τεσσαρας στυλους ασηπτους κατακεχρυσωμενους εν χρυσιω και αι κεφαλιδες αυτων χρυσαι και αι βασεις αυτων τεσσαρες αργυραι

5 και εποιησαν το καταπετασμα της θυρας της σκηνης του μαρτυριου εξ υακινθου και πορφυρας και κοκκινου νενησμενου και βυσσου κεκλωσμενης εργον υφαντου χερουβιμ

6 και τους στυλους αυτου πεντε και τους κρικους και τας κεφαλιδας αυτων και τας ψαλιδας αυτων κατεχρυσωσαν χρυσιω και αι βασεις αυτων πεντε χαλκαι

7 και εποιησαν την αυλην τα προς λιβα ιστια της αυλης εκ βυσσου κεκλωσμενης εκατον εφ' εκατον

8 και οι στυλοι αυτων εικοσι και αι βασεις αυτων εικοσι

9 και το κλιτος το προς βορραν εκατον εφ' εκατον και οι στυλοι αυτων εικοσι και αι βασεις αυτων εικοσι

10 και το κλιτος το προς θαλασσαν αυλαιαι πεντηκοντα πηχεων στυλοι αυτων δεκα και αι βασεις αυτων δεκα

11 και το κλιτος το προς ανατολας πεντηκοντα πηχεων

12 ιστια πεντεκαιδεκα πηχεων το κατα νωτου και οι στυλοι αυτων τρεις και αι βασεις αυτων τρεις

13 και επι του νωτου του δευτερου ενθεν και ενθεν κατα την πυλην της αυλης αυλαιαι πεντεκαιδεκα πηχεων και οι στυλοι αυτων τρεις και αι βασεις αυτων τρεις

14 πασαι αι αυλαιαι της αυλης εκ βυσσου κεκλωσμενης

15 και αι βασεις των στυλων χαλκαι και αι αγκυλαι αυτων αργυραι και αι κεφαλιδες αυτων περιηργυρωμεναι αργυριω και οι στυλοι περιηργυρωμενοι αργυριω παντες οι στυλοι της αυλης

16 και το καταπετασμα της πυλης της αυλης εργον ποικιλτου εξ υακινθου και πορφυρας και κοκκινου νενησμενου και βυσσου κεκλωσμενης εικοσι πηχεων το μηκος και το υψος και το ευρος πεντε πηχεων εξισουμενον τοις ιστιοις της αυλης

17 και οι στυλοι αυτων τεσσαρες και αι βασεις αυτων τεσσαρες χαλκαι και αι αγκυλαι αυτων αργυραι και αι κεφαλιδες αυτων περιηργυρωμεναι αργυριω

18 και αυτοι περιηργυρωμενοι αργυριω και παντες οι πασσαλοι της αυλης κυκλω χαλκοι

19 και αυτη η συνταξις της σκηνης του μαρτυριου καθα συνεταγη μωυση την λειτουργιαν ειναι των λευιτων δια ιθαμαρ του υιου ααρων του ιερεως

20 και βεσελεηλ ο του ουριου εκ φυλης ιουδα εποιησεν καθα συνεταξεν κυριος τω μωυση

21 και ελιαβ ο του αχισαμακ εκ της φυλης δαν ος ηρχιτεκτονησεν τα υφαντα και τα ραφιδευτα και ποικιλτικα υφαναι τω κοκκινω και τη βυσσω

← Exodus 36   Exodus 38 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 10767


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 296, 2576, 3300, 3519, 3708, 5319, 9509, ...

Apocalypse Revealed 585, 669, 793, 814

Sacred Scripture 97


References from Swedenborg's unpublished works:

Apocalypse Explained 208, 417, 799, 1143

Jiný komentář

  Příběhy:


Hop to Similar Bible Verses

Exodus 26:1, 31, 27:9, 31:2, 6, 36:1

Numbers 4:28, 33

Revelation 15:5

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Bible Jeopardy Game: The Tabernacle
Use the Bible Jeopardy questions to review the story of the Tabernacle.
Activity | Ages 7 - 14

 Building the Tabernacle
Coloring Page | Ages 7 - 14

 Exploring the Tabernacle
Use the beautiful color pictures of the Tabernacle Model (from the Glencairn Museum) to explore the furnishings of the Tabernacle. 
Activity | Ages 7 - 14

 Gifts for Building the Tabernacle
Coloring Page | Ages 7 - 14

 Making the Tabernacle
Worship Talk | Ages 7 - 14

 The Ark and the Mercy Seat
Coloring Page | Ages 7 - 14

 The Plan of the Tabernacle
Coloring Page | Ages 7 - 14

 The Tabernacle
This lesson discusses a story from the Word and suggests projects and activities for young children.
Sunday School Lesson | Ages 4 - 6


Přeložit: