Exodus 33

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Exodus 32   Exodus 34 →

1 και ειπεν κυριος προς μωυσην πορευου αναβηθι εντευθεν συ και ο λαος σου ους εξηγαγες εκ γης αιγυπτου εις την γην ην ωμοσα τω αβρααμ και ισαακ και ιακωβ λεγων τω σπερματι υμων δωσω αυτην

2 και συναποστελω τον αγγελον μου προ προσωπου σου και εκβαλει τον αμορραιον και χετταιον και φερεζαιον και γεργεσαιον και ευαιον και ιεβουσαιον

3 και εισαξω σε εις γην ρεουσαν γαλα και μελι ου γαρ μη συναναβω μετα σου δια το λαον σκληροτραχηλον σε ειναι ινα μη εξαναλωσω σε εν τη οδω

4 και ακουσας ο λαος το ρημα το πονηρον τουτο κατεπενθησαν εν πενθικοις

5 και ειπεν κυριος τοις υιοις ισραηλ υμεις λαος σκληροτραχηλος ορατε μη πληγην αλλην επαξω εγω εφ' υμας και εξαναλωσω υμας νυν ουν αφελεσθε τας στολας των δοξων υμων και τον κοσμον και δειξω σοι α ποιησω σοι

6 και περιειλαντο οι υιοι ισραηλ τον κοσμον αυτων και την περιστολην απο του ορους του χωρηβ

7 και λαβων μωυσης την σκηνην αυτου επηξεν εξω της παρεμβολης μακραν απο της παρεμβολης και εκληθη σκηνη μαρτυριου και εγενετο πας ο ζητων κυριον εξεπορευετο εις την σκηνην εξω της παρεμβολης

8 ηνικα δ' αν εισεπορευετο μωυσης εις την σκηνην εξω της παρεμβολης ειστηκει πας ο λαος σκοπευοντες εκαστος παρα τας θυρας της σκηνης αυτου και κατενοουσαν απιοντος μωυση εως του εισελθειν αυτον εις την σκηνην

9 ως δ' αν εισηλθεν μωυσης εις την σκηνην κατεβαινεν ο στυλος της νεφελης και ιστατο επι την θυραν της σκηνης και ελαλει μωυση

10 και εωρα πας ο λαος τον στυλον της νεφελης εστωτα επι της θυρας της σκηνης και σταντες πας ο λαος προσεκυνησαν εκαστος απο της θυρας της σκηνης αυτου

11 και ελαλησεν κυριος προς μωυσην ενωπιος ενωπιω ως ει τις λαλησει προς τον εαυτου φιλον και απελυετο εις την παρεμβολην ο δε θεραπων ιησους υιος ναυη νεος ουκ εξεπορευετο εκ της σκηνης

12 και ειπεν μωυσης προς κυριον ιδου συ μοι λεγεις αναγαγε τον λαον τουτον συ δε ουκ εδηλωσας μοι ον συναποστελεις μετ' εμου συ δε μοι ειπας οιδα σε παρα παντας και χαριν εχεις παρ' εμοι

13 ει ουν ευρηκα χαριν εναντιον σου εμφανισον μοι σεαυτον γνωστως ιδω σε οπως αν ω ευρηκως χαριν εναντιον σου και ινα γνω οτι λαος σου το εθνος το μεγα τουτο

14 και λεγει αυτος προπορευσομαι σου και καταπαυσω σε

15 και λεγει προς αυτον ει μη αυτος συ πορευη μη με αναγαγης εντευθεν

16 και πως γνωστον εσται αληθως οτι ευρηκα χαριν παρα σοι εγω τε και ο λαος σου αλλ' η συμπορευομενου σου μεθ' ημων και ενδοξασθησομαι εγω τε και ο λαος σου παρα παντα τα εθνη οσα επι της γης εστιν

17 και ειπεν κυριος προς μωυσην και τουτον σοι τον λογον ον ειρηκας ποιησω ευρηκας γαρ χαριν ενωπιον μου και οιδα σε παρα παντας

18 και λεγει δειξον μοι την σεαυτου δοξαν

19 και ειπεν εγω παρελευσομαι προτερος σου τη δοξη μου και καλεσω επι τω ονοματι μου κυριος εναντιον σου και ελεησω ον αν ελεω και οικτιρησω ον αν οικτιρω

20 και ειπεν ου δυνηση ιδειν μου το προσωπον ου γαρ μη ιδη ανθρωπος το προσωπον μου και ζησεται

21 και ειπεν κυριος ιδου τοπος παρ' εμοι στηση επι της πετρας

22 ηνικα δ' αν παρελθη μου η δοξα και θησω σε εις οπην της πετρας και σκεπασω τη χειρι μου επι σε εως αν παρελθω

23 και αφελω την χειρα και τοτε οψη τα οπισω μου το δε προσωπον μου ουκ οφθησεται σοι

← Exodus 32   Exodus 34 →
   Studovat vnitřní smysl
Swedenborg

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1444, 4290, 4299, 6674, 6849, 6858, 8427, ...

Apocalypse Revealed 54, 939

True Christian Religion 28, 107, 124, 135, 370, 689, 691, ...


References from Swedenborg's unpublished works:

Apocalypse Explained 78, 148, 412, 433, 594

An Invitation to the New Church 35, 41

Marriage 28, 107, 124

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

Genesis 15:21, 19:21, 24:7, 50:24

Exodus 3:4, 6, 8, 17, 17:9, 23:20, 24:9, 32:7, 9, 13, 34, 34:5, 9

Numbers 7:89, 12:7, 14:14, 39, 23:9

Deuteronomy 1:8, 4:24, 9:19, 29, 31:14, 15, 34:10

Judges 6:9, 22, 13:22

1 Samuel 6:19

2 Samuel 7:23, 15:25

1 Kings 21:27

2 Kings 6:3

Job 34:29

Psalms 25:4, 63:3, 99:7, 103:7

Isaiah 6:5, 32:11, 48:4, 63:9

Daniel 12:13

Joel 2:12

Jonah 3:5

John 1:14, 10:14, 14:5

Acts of the Apostles 7:51, 55

Romans 9:15

1 Timothy 6:16

Hebrews 10:30, 12:29, 13:13

1 John 4:12, 5:14

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Seeing the Lord
Worship Talk | Ages over 18


Přeložit: