Exodus 32

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Exodus 31   Exodus 33 →

1 και ιδων ο λαος οτι κεχρονικεν μωυσης καταβηναι εκ του ορους συνεστη ο λαος επι ααρων και λεγουσιν αυτω αναστηθι και ποιησον ημιν θεους οι προπορευσονται ημων ο γαρ μωυσης ουτος ο ανθρωπος ος εξηγαγεν ημας εξ αιγυπτου ουκ οιδαμεν τι γεγονεν αυτω

2 και λεγει αυτοις ααρων περιελεσθε τα ενωτια τα χρυσα τα εν τοις ωσιν των γυναικων υμων και θυγατερων και ενεγκατε προς με

3 και περιειλαντο πας ο λαος τα ενωτια τα χρυσα τα εν τοις ωσιν αυτων και ηνεγκαν προς ααρων

4 και εδεξατο εκ των χειρων αυτων και επλασεν αυτα εν τη γραφιδι και εποιησεν αυτα μοσχον χωνευτον και ειπεν ουτοι οι θεοι σου ισραηλ οιτινες ανεβιβασαν σε εκ γης αιγυπτου

5 και ιδων ααρων ωκοδομησεν θυσιαστηριον κατεναντι αυτου και εκηρυξεν ααρων λεγων εορτη του κυριου αυριον

6 και ορθρισας τη επαυριον ανεβιβασεν ολοκαυτωματα και προσηνεγκεν θυσιαν σωτηριου και εκαθισεν ο λαος φαγειν και πιειν και ανεστησαν παιζειν

7 και ελαλησεν κυριος προς μωυσην λεγων βαδιζε το ταχος εντευθεν καταβηθι ηνομησεν γαρ ο λαος σου ους εξηγαγες εκ γης αιγυπτου

8 παρεβησαν ταχυ εκ της οδου ης ενετειλω αυτοις εποιησαν εαυτοις μοσχον και προσκεκυνηκασιν αυτω και τεθυκασιν αυτω και ειπαν ουτοι οι θεοι σου ισραηλ οιτινες ανεβιβασαν σε εκ γης αιγυπτου

10 και νυν εασον με και θυμωθεις οργη εις αυτους εκτριψω αυτους και ποιησω σε εις εθνος μεγα

11 και εδεηθη μωυσης εναντι κυριου του θεου και ειπεν ινα τι κυριε θυμοι οργη εις τον λαον σου ους εξηγαγες εκ γης αιγυπτου εν ισχυι μεγαλη και εν τω βραχιονι σου τω υψηλω

12 μηποτε ειπωσιν οι αιγυπτιοι λεγοντες μετα πονηριας εξηγαγεν αυτους αποκτειναι εν τοις ορεσιν και εξαναλωσαι αυτους απο της γης παυσαι της οργης του θυμου σου και ιλεως γενου επι τη κακια του λαου σου

13 μνησθεις αβρααμ και ισαακ και ιακωβ των σων οικετων οις ωμοσας κατα σεαυτου και ελαλησας προς αυτους λεγων πολυπληθυνω το σπερμα υμων ωσει τα αστρα του ουρανου τω πληθει και πασαν την γην ταυτην ην ειπας δουναι τω σπερματι αυτων και καθεξουσιν αυτην εις τον αιωνα

14 και ιλασθη κυριος περι της κακιας ης ειπεν ποιησαι τον λαον αυτου

15 και αποστρεψας μωυσης κατεβη απο του ορους και αι δυο πλακες του μαρτυριου εν ταις χερσιν αυτου πλακες λιθιναι καταγεγραμμεναι εξ αμφοτερων των μερων αυτων ενθεν και ενθεν ησαν γεγραμμεναι

16 και αι πλακες εργον θεου ησαν και η γραφη γραφη θεου εστιν κεκολαμμενη εν ταις πλαξιν

17 και ακουσας ιησους την φωνην του λαου κραζοντων λεγει προς μωυσην φωνη πολεμου εν τη παρεμβολη

18 και λεγει ουκ εστιν φωνη εξαρχοντων κατ' ισχυν ουδε φωνη εξαρχοντων τροπης αλλα φωνην εξαρχοντων οινου εγω ακουω

19 και ηνικα ηγγιζεν τη παρεμβολη ορα τον μοσχον και τους χορους και οργισθεις θυμω μωυσης ερριψεν απο των χειρων αυτου τας δυο πλακας και συνετριψεν αυτας υπο το ορος

20 και λαβων τον μοσχον ον εποιησαν κατεκαυσεν αυτον εν πυρι και κατηλεσεν αυτον λεπτον και εσπειρεν αυτον επι το υδωρ και εποτισεν αυτο τους υιους ισραηλ

21 και ειπεν μωυσης τω ααρων τι εποιησεν σοι ο λαος ουτος οτι επηγαγες επ' αυτους αμαρτιαν μεγαλην

22 και ειπεν ααρων προς μωυσην μη οργιζου κυριε συ γαρ οιδας το ορμημα του λαου τουτου

23 λεγουσιν γαρ μοι ποιησον ημιν θεους οι προπορευσονται ημων ο γαρ μωυσης ουτος ο ανθρωπος ος εξηγαγεν ημας εξ αιγυπτου ουκ οιδαμεν τι γεγονεν αυτω

24 και ειπα αυτοις ει τινι υπαρχει χρυσια περιελεσθε και εδωκαν μοι και ερριψα εις το πυρ και εξηλθεν ο μοσχος ουτος

25 και ιδων μωυσης τον λαον οτι διεσκεδασται διεσκεδασεν γαρ αυτους ααρων επιχαρμα τοις υπεναντιοις αυτων

26 εστη δε μωυσης επι της πυλης της παρεμβολης και ειπεν τις προς κυριον ιτω προς με συνηλθον ουν προς αυτον παντες οι υιοι λευι

27 και λεγει αυτοις ταδε λεγει κυριος ο θεος ισραηλ θεσθε εκαστος την εαυτου ρομφαιαν επι τον μηρον και διελθατε και ανακαμψατε απο πυλης επι πυλην δια της παρεμβολης και αποκτεινατε εκαστος τον αδελφον αυτου και εκαστος τον πλησιον αυτου και εκαστος τον εγγιστα αυτου

28 και εποιησαν οι υιοι λευι καθα ελαλησεν αυτοις μωυσης και επεσαν εκ του λαου εν εκεινη τη ημερα εις τρισχιλιους ανδρας

29 και ειπεν αυτοις μωυσης επληρωσατε τας χειρας υμων σημερον κυριω εκαστος εν τω υιω η τω αδελφω δοθηναι εφ' υμας ευλογιαν

30 και εγενετο μετα την αυριον ειπεν μωυσης προς τον λαον υμεις ημαρτηκατε αμαρτιαν μεγαλην και νυν αναβησομαι προς τον θεον ινα εξιλασωμαι περι της αμαρτιας υμων

31 υπεστρεψεν δε μωυσης προς κυριον και ειπεν δεομαι κυριε ημαρτηκεν ο λαος ουτος αμαρτιαν μεγαλην και εποιησαν εαυτοις θεους χρυσους

32 και νυν ει μεν αφεις αυτοις την αμαρτιαν αφες ει δε μη εξαλειψον με εκ της βιβλου σου ης εγραψας

33 και ειπεν κυριος προς μωυσην ει τις ημαρτηκεν ενωπιον μου εξαλειψω αυτον εκ της βιβλου μου

34 νυνι δε βαδιζε καταβηθι και οδηγησον τον λαον τουτον εις τον τοπον ον ειπα σοι ιδου ο αγγελος μου προπορευεται προ προσωπου σου η δ' αν ημερα επισκεπτωμαι επαξω επ' αυτους την αμαρτιαν αυτων

35 και επαταξεν κυριος τον λαον περι της ποιησεως του μοσχου ου εποιησεν ααρων

← Exodus 31   Exodus 33 →
   Studovat vnitřní smysl
Swedenborg

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 375, 588, 2180, 2242, 3103, 4197, 4289, ...

Apocalypse Revealed 256, 433, 490, 529, 555, 669

Divine Providence 95, 132

Sacred Scripture 51

Doctrine of Life 59

True Christianity 226, 284, 323


References from Swedenborg's unpublished works:

Apocalypse Explained 199, 222, 279, 365, 392, 433, 1156, ...

Canons of the New Church 31

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

Genesis 6:6, 12:2, 15:5, 7, 17:8, 18:27, 22:16, 17, 28:14, 44:18

Exodus 6:6, 8:8, 13:21, 17:15, 20:4, 23:20, 24:12, 18, 31:18, 32:1, 22, 23, 33:1, 12, 34:1, 29

Numbers 11:15, 25, 14:12, 13, 16, 19, 20, 16:21, 21:7, 25:5, 9

Deuteronomy 4:16, 9:1, 9, 10:2, 10, 13:6, 10, 31:8, 29, 32:26, 27, 36, 33:9

Joshua 7:9, 26

Judges 2:17, 18, 19, 8:24, 27

1 Samuel 12:17, 19

2 Samuel 24:16

1 Kings 12:28, 32

2 Kings 10:25

2 Chronicles 27:2, 28:19, 35:3

Ezra 9:6

Nehemiah 18, 33

Psalms 69:29, 74:1, 90:13, 106:19, 20, 23

Isaiah 1:4, 3:19, 4:3, 46:6, 64:7, 8

Jeremiah 14:10, 15:1, 18:8, 23:2, 26:19, 31:32

Ezekiel 9:5, 18:20

Daniel 9:15, 12:1

Hosea 8:13, 9:9

Amos 3:2, 7:3, 6

Luke 10:20, 14:26

Acts of the Apostles 7:40, 41

Romans 9:3

1 Corinthians 10:7

James 5:16

Word/Phrase Explanations

Εθνος
'A nation,' as in Genesis 21:18, signifies the spiritual church which should receive the good of faith. Nation from afar,' as in Jeremiah 5:17, signifies...

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Does the Lord Get Angry?
This lesson and the activities look at how and why a loving God can seem angry at times.
Religion Lesson | Ages over 15

 The Golden Calf
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 The Golden Calf (3-5 years)
Project | Ages 4 - 6

 The Ten Commandments Received, The Golden Calf
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Worshiping the Golden Calf
Coloring Page | Ages 7 - 14


Přeložit: