Exodus 24

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Exodus 23   Exodus 25 →

1 και μωυση ειπεν αναβηθι προς κυριον συ και ααρων και ναδαβ και αβιουδ και εβδομηκοντα των πρεσβυτερων ισραηλ και προσκυνησουσιν μακροθεν τω κυριω

2 και εγγιει μωυσης μονος προς τον θεον αυτοι δε ουκ εγγιουσιν ο δε λαος ου συναναβησεται μετ' αυτων

3 εισηλθεν δε μωυσης και διηγησατο τω λαω παντα τα ρηματα του θεου και τα δικαιωματα απεκριθη δε πας ο λαος φωνη μια λεγοντες παντας τους λογους ους ελαλησεν κυριος ποιησομεν και ακουσομεθα

4 και εγραψεν μωυσης παντα τα ρηματα κυριου ορθρισας δε μωυσης το πρωι ωκοδομησεν θυσιαστηριον υπο το ορος και δωδεκα λιθους εις τας δωδεκα φυλας του ισραηλ

5 και εξαπεστειλεν τους νεανισκους των υιων ισραηλ και ανηνεγκαν ολοκαυτωματα και εθυσαν θυσιαν σωτηριου τω θεω μοσχαρια

6 λαβων δε μωυσης το ημισυ του αιματος ενεχεεν εις κρατηρας το δε ημισυ του αιματος προσεχεεν προς το θυσιαστηριον

7 και λαβων το βιβλιον της διαθηκης ανεγνω εις τα ωτα του λαου και ειπαν παντα οσα ελαλησεν κυριος ποιησομεν και ακουσομεθα

8 λαβων δε μωυσης το αιμα κατεσκεδασεν του λαου και ειπεν ιδου το αιμα της διαθηκης ης διεθετο κυριος προς υμας περι παντων των λογων τουτων

9 και ανεβη μωυσης και ααρων και ναδαβ και αβιουδ και εβδομηκοντα της γερουσιας ισραηλ

10 και ειδον τον τοπον ου ειστηκει εκει ο θεος του ισραηλ και τα υπο τους ποδας αυτου ωσει εργον πλινθου σαπφειρου και ωσπερ ειδος στερεωματος του ουρανου τη καθαριοτητι

11 και των επιλεκτων του ισραηλ ου διεφωνησεν ουδε εις και ωφθησαν εν τω τοπω του θεου και εφαγον και επιον

12 και ειπεν κυριος προς μωυσην αναβηθι προς με εις το ορος και ισθι εκει και δωσω σοι τα πυξια τα λιθινα τον νομον και τας εντολας ας εγραψα νομοθετησαι αυτοις

13 και αναστας μωυσης και ιησους ο παρεστηκως αυτω ανεβησαν εις το ορος του θεου

14 και τοις πρεσβυτεροις ειπαν ησυχαζετε αυτου εως αναστρεψωμεν προς υμας και ιδου ααρων και ωρ μεθ' υμων εαν τινι συμβη κρισις προσπορευεσθωσαν αυτοις

15 και ανεβη μωυσης και ιησους εις το ορος και εκαλυψεν η νεφελη το ορος

16 και κατεβη η δοξα του θεου επι το ορος το σινα και εκαλυψεν αυτο η νεφελη εξ ημερας και εκαλεσεν κυριος τον μωυσην τη ημερα τη εβδομη εκ μεσου της νεφελης

17 το δε ειδος της δοξης κυριου ωσει πυρ φλεγον επι της κορυφης του ορους εναντιον των υιων ισραηλ

18 και εισηλθεν μωυσης εις το μεσον της νεφελης και ανεβη εις το ορος και ην εκει εν τω ορει τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας

← Exodus 23   Exodus 25 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 9370, 9371, 9372, 9373, 9374, 9375, 9376, ...


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 666, 921, 1001, 1038, 1298, 1530, 1736, ...

Apocalypse Revealed 336, 348, 379, 529

The Lord 39

Doctrine of Life 59, 60

True Christian Religion 284, 285, 706, 730


References from Swedenborg's unpublished works:

Apocalypse Explained 69, 270, 329, 365, 405, 430, 594, ...

On the Athanasian Creed 62

Coronis (An Appendix to True Christian Religion) 50

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

Genesis 12:7, 32:31

Exodus 6:23, 16:10, 17:9, 10, 12, 15, 19:3, 8, 11, 12, 20, 20:24, 25, 24:1, 9, 28:21, 31:18, 32:1, 15, 33:20, 34:1, 27, 28

Numbers 11:16, 28

Deuteronomy 1:15, 4:24, 5:2, 22, 31, 31:9

Joshua 1:1, 4:5, 8, 24:21, 26

Judges 13:22

2 Samuel 22:9, 13

1 Kings 8:21, 18:31, 19:8, 22:19

2 Chronicles 15:14, 15

Nehemiah 9:14, 10:1

Psalms 19:12, 50:5

Isaiah 6:1

Jeremiah 31:32

Ezekiel 1:26, 27, 28, 8:11, 16:8

Haggai 2:5

Matthew 17:5, 26:28

Acts of the Apostles 7:38

Romans 9:4

2 Corinthians 3:3

Galatians 4:24

Hebrews 9:20, 12:18

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Blessings: The Lord Our God
Blessings to say at mealtime.
Activity | Ages over 7

 Marriage: Covenant with the Lord
Marriage is a binding covenant between two people. When the covenant is brought before the Lord it becomes a three way covenant between husband, wife, and the Lord.
Sunday School Lesson | Ages 11 - 17

 Obedience
Worship Talk | Ages over 18

 With My Hands I…
Draw a picture of good things you can do with your hands.
Project | Ages up to 10


Přeložit: