Exodus 21

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Exodus 20   Exodus 22 →

1 και ταυτα τα δικαιωματα α παραθησεις ενωπιον αυτων

2 εαν κτηση παιδα εβραιον εξ ετη δουλευσει σοι τω δε εβδομω ετει απελευσεται ελευθερος δωρεαν

3 εαν αυτος μονος εισελθη και μονος εξελευσεται εαν δε γυνη συνεισελθη μετ' αυτου εξελευσεται και η γυνη μετ' αυτου

4 εαν δε ο κυριος δω αυτω γυναικα και τεκη αυτω υιους η θυγατερας η γυνη και τα παιδια εσται τω κυριω αυτου αυτος δε μονος εξελευσεται

5 εαν δε αποκριθεις ειπη ο παις ηγαπηκα τον κυριον μου και την γυναικα και τα παιδια ουκ αποτρεχω ελευθερος

6 προσαξει αυτον ο κυριος αυτου προς το κριτηριον του θεου και τοτε προσαξει αυτον επι την θυραν επι τον σταθμον και τρυπησει αυτου ο κυριος το ους τω οπητιω και δουλευσει αυτω εις τον αιωνα

7 εαν δε τις αποδωται την εαυτου θυγατερα οικετιν ουκ απελευσεται ωσπερ αποτρεχουσιν αι δουλαι

8 εαν μη ευαρεστηση τω κυριω αυτης ην αυτω καθωμολογησατο απολυτρωσει αυτην εθνει δε αλλοτριω ου κυριος εστιν πωλειν αυτην οτι ηθετησεν εν αυτη

9 εαν δε τω υιω καθομολογησηται αυτην κατα το δικαιωμα των θυγατερων ποιησει αυτη

10 εαν δε αλλην λαβη εαυτω τα δεοντα και τον ιματισμον και την ομιλιαν αυτης ουκ αποστερησει

11 εαν δε τα τρια ταυτα μη ποιηση αυτη εξελευσεται δωρεαν ανευ αργυριου

12 εαν δε παταξη τις τινα και αποθανη θανατω θανατουσθω

13 ο δε ουχ εκων αλλα ο θεος παρεδωκεν εις τας χειρας αυτου δωσω σοι τοπον ου φευξεται εκει ο φονευσας

14 εαν δε τις επιθηται τω πλησιον αποκτειναι αυτον δολω και καταφυγη απο του θυσιαστηριου μου λημψη αυτον θανατωσαι

15 ος τυπτει πατερα αυτου η μητερα αυτου θανατω θανατουσθω

16 ο κακολογων πατερα αυτου η μητερα αυτου τελευτησει θανατω

17 ος εαν κλεψη τις τινα των υιων ισραηλ και καταδυναστευσας αυτον αποδωται και ευρεθη εν αυτω θανατω τελευτατω

18 εαν δε λοιδορωνται δυο ανδρες και παταξη τις τον πλησιον λιθω η πυγμη και μη αποθανη κατακλιθη δε επι την κοιτην

19 εαν εξαναστας ο ανθρωπος περιπατηση εξω επι ραβδου αθωος εσται ο παταξας πλην της αργιας αυτου αποτεισει και τα ιατρεια

20 εαν δε τις παταξη τον παιδα αυτου η την παιδισκην αυτου εν ραβδω και αποθανη υπο τας χειρας αυτου δικη εκδικηθητω

21 εαν δε διαβιωση ημεραν μιαν η δυο ουκ εκδικηθησεται το γαρ αργυριον αυτου εστιν

22 εαν δε μαχωνται δυο ανδρες και παταξωσιν γυναικα εν γαστρι εχουσαν και εξελθη το παιδιον αυτης μη εξεικονισμενον επιζημιον ζημιωθησεται καθοτι αν επιβαλη ο ανηρ της γυναικος δωσει μετα αξιωματος

23 εαν δε εξεικονισμενον ην δωσει ψυχην αντι ψυχης

24 οφθαλμον αντι οφθαλμου οδοντα αντι οδοντος χειρα αντι χειρος ποδα αντι ποδος

25 κατακαυμα αντι κατακαυματος τραυμα αντι τραυματος μωλωπα αντι μωλωπος

26 εαν δε τις παταξη τον οφθαλμον του οικετου αυτου η τον οφθαλμον της θεραπαινης αυτου και εκτυφλωση ελευθερους εξαποστελει αυτους αντι του οφθαλμου αυτων

27 εαν δε τον οδοντα του οικετου η τον οδοντα της θεραπαινης αυτου εκκοψη ελευθερους εξαποστελει αυτους αντι του οδοντος αυτων

28 εαν δε κερατιση ταυρος ανδρα η γυναικα και αποθανη λιθοις λιθοβοληθησεται ο ταυρος και ου βρωθησεται τα κρεα αυτου ο δε κυριος του ταυρου αθωος εσται

29 εαν δε ο ταυρος κερατιστης η προ της εχθες και προ της τριτης και διαμαρτυρωνται τω κυριω αυτου και μη αφανιση αυτον ανελη δε ανδρα η γυναικα ο ταυρος λιθοβοληθησεται και ο κυριος αυτου προσαποθανειται

30 εαν δε λυτρα επιβληθη αυτω δωσει λυτρα της ψυχης αυτου οσα εαν επιβαλωσιν αυτω

31 εαν δε υιον η θυγατερα κερατιση κατα το δικαιωμα τουτο ποιησουσιν αυτω

32 εαν δε παιδα κερατιση ο ταυρος η παιδισκην αργυριου τριακοντα διδραχμα δωσει τω κυριω αυτων και ο ταυρος λιθοβοληθησεται

33 εαν δε τις ανοιξη λακκον η λατομηση λακκον και μη καλυψη αυτον και εμπεση εκει μοσχος η ονος

34 ο κυριος του λακκου αποτεισει αργυριον δωσει τω κυριω αυτων το δε τετελευτηκος αυτω εσται

35 εαν δε κερατιση τινος ταυρος τον ταυρον του πλησιον και τελευτηση αποδωσονται τον ταυρον τον ζωντα και διελουνται το αργυριον αυτου και τον ταυρον τον τεθνηκοτα διελουνται

36 εαν δε γνωριζηται ο ταυρος οτι κερατιστης εστιν προ της εχθες και προ της τριτης ημερας και διαμεμαρτυρημενοι ωσιν τω κυριω αυτου και μη αφανιση αυτον αποτεισει ταυρον αντι ταυρου ο δε τετελευτηκως αυτω εσται

37 εαν δε τις κλεψη μοσχον η προβατον και σφαξη αυτο η αποδωται πεντε μοσχους αποτεισει αντι του μοσχου και τεσσαρα προβατα αντι του προβατου

← Exodus 20   Exodus 22 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Arcana Coelestia 8970

Komentář k této kapitole:

Příběhy:




Přeložit:
Sdílet: