Exodus 2

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Exodus 1   Exodus 3 →

1 ην δε τις εκ της φυλης λευι ος ελαβεν των θυγατερων λευι και εσχεν αυτην

2 και εν γαστρι ελαβεν και ετεκεν αρσεν ιδοντες δε αυτο αστειον εσκεπασαν αυτο μηνας τρεις

3 επει δε ουκ ηδυναντο αυτο ετι κρυπτειν ελαβεν αυτω η μητηρ αυτου θιβιν και κατεχρισεν αυτην ασφαλτοπισση και ενεβαλεν το παιδιον εις αυτην και εθηκεν αυτην εις το ελος παρα τον ποταμον

4 και κατεσκοπευεν η αδελφη αυτου μακροθεν μαθειν τι το αποβησομενον αυτω

5 κατεβη δε η θυγατηρ φαραω λουσασθαι επι τον ποταμον και αι αβραι αυτης παρεπορευοντο παρα τον ποταμον και ιδουσα την θιβιν εν τω ελει αποστειλασα την αβραν ανειλατο αυτην

6 ανοιξασα δε ορα παιδιον κλαιον εν τη θιβει και εφεισατο αυτου η θυγατηρ φαραω και εφη απο των παιδιων των εβραιων τουτο

7 και ειπεν η αδελφη αυτου τη θυγατρι φαραω θελεις καλεσω σοι γυναικα τροφευουσαν εκ των εβραιων και θηλασει σοι το παιδιον

8 η δε ειπεν αυτη η θυγατηρ φαραω πορευου ελθουσα δε η νεανις εκαλεσεν την μητερα του παιδιου

9 ειπεν δε προς αυτην η θυγατηρ φαραω διατηρησον μοι το παιδιον τουτο και θηλασον μοι αυτο εγω δε δωσω σοι τον μισθον ελαβεν δε η γυνη το παιδιον και εθηλαζεν αυτο

10 αδρυνθεντος δε του παιδιου εισηγαγεν αυτο προς την θυγατερα φαραω και εγενηθη αυτη εις υιον επωνομασεν δε το ονομα αυτου μωυσην λεγουσα εκ του υδατος αυτον ανειλομην

11 εγενετο δε εν ταις ημεραις ταις πολλαις εκειναις μεγας γενομενος μωυσης εξηλθεν προς τους αδελφους αυτου τους υιους ισραηλ κατανοησας δε τον πονον αυτων ορα ανθρωπον αιγυπτιον τυπτοντα τινα εβραιον των εαυτου αδελφων των υιων ισραηλ

12 περιβλεψαμενος δε ωδε και ωδε ουχ ορα ουδενα και παταξας τον αιγυπτιον εκρυψεν αυτον εν τη αμμω

13 εξελθων δε τη ημερα τη δευτερα ορα δυο ανδρας εβραιους διαπληκτιζομενους και λεγει τω αδικουντι δια τι συ τυπτεις τον πλησιον

14 ο δε ειπεν τις σε κατεστησεν αρχοντα και δικαστην εφ' ημων μη ανελειν με συ θελεις ον τροπον ανειλες εχθες τον αιγυπτιον εφοβηθη δε μωυσης και ειπεν ει ουτως εμφανες γεγονεν το ρημα τουτο

15 ηκουσεν δε φαραω το ρημα τουτο και εζητει ανελειν μωυσην ανεχωρησεν δε μωυσης απο προσωπου φαραω και ωκησεν εν γη μαδιαμ ελθων δε εις γην μαδιαμ εκαθισεν επι του φρεατος

16 τω δε ιερει μαδιαμ ησαν επτα θυγατερες ποιμαινουσαι τα προβατα του πατρος αυτων ιοθορ παραγενομεναι δε ηντλουν εως επλησαν τας δεξαμενας ποτισαι τα προβατα του πατρος αυτων ιοθορ

17 παραγενομενοι δε οι ποιμενες εξεβαλον αυτας αναστας δε μωυσης ερρυσατο αυτας και ηντλησεν αυταις και εποτισεν τα προβατα αυτων

18 παρεγενοντο δε προς ραγουηλ τον πατερα αυτων ο δε ειπεν αυταις τι οτι εταχυνατε του παραγενεσθαι σημερον

19 αι δε ειπαν ανθρωπος αιγυπτιος ερρυσατο ημας απο των ποιμενων και ηντλησεν ημιν και εποτισεν τα προβατα ημων

20 ο δε ειπεν ταις θυγατρασιν αυτου και που εστι και ινα τι ουτως καταλελοιπατε τον ανθρωπον καλεσατε ουν αυτον οπως φαγη αρτον

21 κατωκισθη δε μωυσης παρα τω ανθρωπω και εξεδοτο σεπφωραν την θυγατερα αυτου μωυση γυναικα

22 εν γαστρι δε λαβουσα η γυνη ετεκεν υιον και επωνομασεν μωυσης το ονομα αυτου γηρσαμ λεγων οτι παροικος ειμι εν γη αλλοτρια

23 μετα δε τας ημερας τας πολλας εκεινας ετελευτησεν ο βασιλευς αιγυπτου και κατεστεναξαν οι υιοι ισραηλ απο των εργων και ανεβοησαν και ανεβη η βοη αυτων προς τον θεον απο των εργων

24 και εισηκουσεν ο θεος τον στεναγμον αυτων και εμνησθη ο θεος της διαθηκης αυτου της προς αβρααμ και ισαακ και ιακωβ

25 και επειδεν ο θεος τους υιους ισραηλ και εγνωσθη αυτοις

← Exodus 1   Exodus 3 →
   Studovat vnitřní smysl
Swedenborg

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 639, 2643, 6727


References from Swedenborg's unpublished works:

Apocalypse Explained 746

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

Genesis 15:18, 19:9, 24:11, 26:3, 28:13, 29:9, 10, 35:11, 12, 22, 37:8

Exodus 1:14, 22, 3:1, 7, 9, 4:20, 25, 31, 6:5, 20, 15:20, 18:1, 2, 3, 4, 8

Numbers 10:29, 12:1, 16:13, 20:1, 16, 26:59

Deuteronomy 7

Judges 4:3

1 Samuel 9:16, 12:8

1 Kings 11:18

2 Kings 3, 13:23

Psalms 10:14, 31:8, 102:2, 105:8, 9

Habakkuk 3:7

Acts of the Apostles 7:6, 20, 21, 24, 26, 29, 34, 35

Hebrews 11:23, 24

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Baby Moses in the Bulrushes
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6

 Birth of Moses
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Birth of Moses
Sunday School Lesson | Ages 9 - 12

 Moses in the Ark of Bulrushes (3-5 years)
Project | Ages 4 - 6

 Moses in the Bulrushes
Coloring Page | Ages 7 - 14

 Moses in the Bulrushes
Color and cut out pieces of the scene to picture Moses being found in the bulrushes.
Project | Ages 7 - 14

 Moses in the Bulrushes (sheet music)
Song | Ages 4 - 14

 Overview of Lead and Guide Us Levels A B C for Ages 3-14
Overview of the Youth Journey Program "Lead and Guide Us", Levels A, B and C, for ages 3-14. Suitable for Sunday schools, camps, classrooms and families.
Sunday School Lesson | Ages 3 - 14

 Pharaoh’s Daughter Finds Moses
Coloring Page | Ages 7 - 14

 The Baby in the Basket
Coloring Page | Ages 7 - 14

 The Birth of Moses
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 The Birth of Moses
Family lessons provide a worship talk and a variety of activities for children and teens..
Religion Lesson | Ages 4 - 17

 The Birth of Moses
Worship Talk | Ages 7 - 14

 The Birth of Moses
This lesson discusses a story from the Word and suggests projects and activities for young children.
Sunday School Lesson | Ages 4 - 6

 The Birth of Moses - Level A
Complete lesson with activity choices: act out the story of Moses in the bulrushes, create a baby Moses diorama in a cup, scripted story discussion, coloring page, and a memory verse. Sample lesson from the Youth Journey Program "Lead and Guide Us", Level A, for ages 3-6.
Sunday School Lesson | Ages 3 - 6

 The Birth of Moses - Level B
Complete lesson with activity choices: create a baby Moses diorama, learn to write your name in hieroglyphs, scripted story discussion, coloring page, and a memory verse. Sample lesson from the Youth Journey Program "Lead and Guide Us", Level B, for ages 7-10.
Sunday School Lesson | Ages 7 - 10

 The Birth of Moses - Level C
Complete lesson with activity choices: experiment with currents to illustrate divine providence, decode passages from the Word written in hieroglyphs, scripted story discussion, and a spiritual task. Sample lesson from the Youth Journey Program "Lead and Guide Us", Level C, ages 11-14.
Sunday School Lesson | Ages 11 - 14


Přeložit: