Exodus 19

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Exodus 18   Exodus 20 →

1 του δε μηνος του τριτου της εξοδου των υιων ισραηλ εκ γης αιγυπτου τη ημερα ταυτη ηλθοσαν εις την ερημον του σινα

2 και εξηραν εκ ραφιδιν και ηλθοσαν εις την ερημον του σινα και παρενεβαλεν εκει ισραηλ κατεναντι του ορους

3 και μωυσης ανεβη εις το ορος του θεου και εκαλεσεν αυτον ο θεος εκ του ορους λεγων ταδε ερεις τω οικω ιακωβ και αναγγελεις τοις υιοις ισραηλ

4 αυτοι εωρακατε οσα πεποιηκα τοις αιγυπτιοις και ανελαβον υμας ωσει επι πτερυγων αετων και προσηγαγομην υμας προς εμαυτον

5 και νυν εαν ακοη ακουσητε της εμης φωνης και φυλαξητε την διαθηκην μου εσεσθε μοι λαος περιουσιος απο παντων των εθνων εμη γαρ εστιν πασα η γη

6 υμεις δε εσεσθε μοι βασιλειον ιερατευμα και εθνος αγιον ταυτα τα ρηματα ερεις τοις υιοις ισραηλ

7 ηλθεν δε μωυσης και εκαλεσεν τους πρεσβυτερους του λαου και παρεθηκεν αυτοις παντας τους λογους τουτους ους συνεταξεν αυτω ο θεος

8 απεκριθη δε πας ο λαος ομοθυμαδον και ειπαν παντα οσα ειπεν ο θεος ποιησομεν και ακουσομεθα ανηνεγκεν δε μωυσης τους λογους του λαου προς τον θεον

9 ειπεν δε κυριος προς μωυσην ιδου εγω παραγινομαι προς σε εν στυλω νεφελης ινα ακουση ο λαος λαλουντος μου προς σε και σοι πιστευσωσιν εις τον αιωνα ανηγγειλεν δε μωυσης τα ρηματα του λαου προς κυριον

10 ειπεν δε κυριος προς μωυσην καταβας διαμαρτυραι τω λαω και αγνισον αυτους σημερον και αυριον και πλυνατωσαν τα ιματια

11 και εστωσαν ετοιμοι εις την ημεραν την τριτην τη γαρ ημερα τη τριτη καταβησεται κυριος επι το ορος το σινα εναντιον παντος του λαου

12 και αφοριεις τον λαον κυκλω λεγων προσεχετε εαυτοις του αναβηναι εις το ορος και θιγειν τι αυτου πας ο αψαμενος του ορους θανατω τελευτησει

13 ουχ αψεται αυτου χειρ εν γαρ λιθοις λιθοβοληθησεται η βολιδι κατατοξευθησεται εαν τε κτηνος εαν τε ανθρωπος ου ζησεται οταν αι φωναι και αι σαλπιγγες και η νεφελη απελθη απο του ορους εκεινοι αναβησονται επι το ορος

14 κατεβη δε μωυσης εκ του ορους προς τον λαον και ηγιασεν αυτους και επλυναν τα ιματια

15 και ειπεν τω λαω γινεσθε ετοιμοι τρεις ημερας μη προσελθητε γυναικι

16 εγενετο δε τη ημερα τη τριτη γενηθεντος προς ορθρον και εγινοντο φωναι και αστραπαι και νεφελη γνοφωδης επ' ορους σινα φωνη της σαλπιγγος ηχει μεγα και επτοηθη πας ο λαος ο εν τη παρεμβολη

17 και εξηγαγεν μωυσης τον λαον εις συναντησιν του θεου εκ της παρεμβολης και παρεστησαν υπο το ορος

18 το δε ορος το σινα εκαπνιζετο ολον δια το καταβεβηκεναι επ' αυτο τον θεον εν πυρι και ανεβαινεν ο καπνος ως καπνος καμινου και εξεστη πας ο λαος σφοδρα

19 εγινοντο δε αι φωναι της σαλπιγγος προβαινουσαι ισχυροτεραι σφοδρα μωυσης ελαλει ο δε θεος απεκρινατο αυτω φωνη

20 κατεβη δε κυριος επι το ορος το σινα επι την κορυφην του ορους και εκαλεσεν κυριος μωυσην επι την κορυφην του ορους και ανεβη μωυσης

21 και ειπεν ο θεος προς μωυσην λεγων καταβας διαμαρτυραι τω λαω μηποτε εγγισωσιν προς τον θεον κατανοησαι και πεσωσιν εξ αυτων πληθος

22 και οι ιερεις οι εγγιζοντες κυριω τω θεω αγιασθητωσαν μηποτε απαλλαξη απ' αυτων κυριος

23 και ειπεν μωυσης προς τον θεον ου δυνησεται ο λαος προσαναβηναι προς το ορος το σινα συ γαρ διαμεμαρτυρησαι ημιν λεγων αφορισαι το ορος και αγιασαι αυτο

24 ειπεν δε αυτω κυριος βαδιζε καταβηθι και αναβηθι συ και ααρων μετα σου οι δε ιερεις και ο λαος μη βιαζεσθωσαν αναβηναι προς τον θεον μηποτε απολεση απ' αυτων κυριος

25 κατεβη δε μωυσης προς τον λαον και ειπεν αυτοις

← Exodus 18   Exodus 20 →
   Studovat vnitřní smysl
Swedenborg

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 901, 1416, 1861, 2332, 2788, 2842, 3901, ...

Apocalypse Revealed 24, 166, 236, 336, 378, 397, 505, ...

Doctrine of Life 59

True Christianity 284


References from Swedenborg's unpublished works:

Apocalypse Explained 55, 78, 179, 195, 273, 281, 405, ...

Coronis (An Appendix to True Christian Religion) 49

Jiný komentář

  Příběhy:




Hop to Similar Bible Verses

Genesis 19:28, 35:2

Exodus 3:1, 4, 12, 4:28, 29, 6:7, 14:31, 15:26, 17:1, 19:3, 20, 20:18, 21, 24:2, 3, 7, 12, 13, 15, 16, 17, 28:36, 34:3, 4, 9

Leviticus 10:3, 11:44, 45, 15:18, 19:2, 20:24

Numbers 1:1, 4:15, 19, 20, 10:12, 11:18, 12:8, 16:3, 31:23, 33:15

Deuteronomy 1:30, 31, 4:10, 11, 20, 34, 36, 5:5, 22, 27, 9:29, 10:14, 26:17, 19, 29:1, 32:11, 33:2

Joshua 3:5, 23:3, 24:21, 24

1 Samuel 6:19, 21:5

1 Kings 8:53

1 Chronicles 13:9, 11

Nehemiah 9:13

Job 41:3

Psalms 18:9, 12, 68:9, 77:19, 81:8, 97:2, 104:32, 114:2, 4, 135:4

Isaiah 61:6

Jeremiah 7:23, 13:11

Hosea 11:1

Habakkuk 3:6

Haggai 2:5

Acts of the Apostles 7:38

2 Corinthians 1

1 Thessalonians 4:16

Titus 2:14

Hebrews 12:18, 19, 20, 26

1 Peter 2:5, 9

Revelation 1:10, 4:1, 5, 8:5, 9:2

Word/Phrase Explanations

γη
'Lands' of different nations are used in the Word to signify the different kinds of love prevalent in the inhabitants.

Εθνος
'A nation,' as in Genesis 21:18, signifies the spiritual church which should receive the good of faith. Nation from afar,' as in Jeremiah 5:17, signifies...

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 "All that the Lord has spoken…" Calligraphy
Project | Ages 7 - 14

 Church Window
This lesson discusses a story from the Word and suggests projects and activities for young children.
Sunday School Lesson | Ages 4 - 6

 Gaining Meaning from the Word
Worship Talk | Ages over 18

 Imagine Being on Mount Sinai
How would you feel if you were near Mount Sinai, seeing the lightening and hearing the thunder and trumpet?
Activity | Ages 7 - 10

 Marriage: Covenant with the Lord
Marriage is a binding covenant between two people. When the covenant is brought before the Lord it becomes a three way covenant between husband, wife, and the Lord.
Sunday School Lesson | Ages 11 - 17

 Memory Verse: Seeds of Truth
Activity | Ages 4 - 14

 Moses Goes Up on Mount Sinai
Coloring Page | Ages 7 - 14

 Moses on Mount Sinai
Coloring Page | Ages 7 - 14

 Obeying the Ten Commandments
Article | Ages 15 - 17

 Overview of Lead and Guide Us Levels A B C for Ages 3-14
Overview of the Youth Journey Program "Lead and Guide Us", Levels A, B and C, for ages 3-14. Suitable for Sunday schools, camps, classrooms and families.
Sunday School Lesson | Ages 3 - 14

 Picture the Giving of the Ten Commandments
Make a picture of Moses bringing the two tablets of stone down Mount Sinai to help you focus on the miraculous way the Lord gave us the Ten Commandments.
Project | Ages 7 - 14

 Prayers for Children: Seeds of Truth
Activity | Ages 7 - 14

 Ten Commandments in Our Hearts
Make a heart with a door that opens to see the Ten Commandments in a person's heart. 
Project | Ages 4 - 10

 Ten Commandments Sequencing Cards
Use these cards to sequence the commandments and sort them into categories
Activity | Ages 7 - 14

 The Lord on Mount Sinai
Worship Talk | Ages 7 - 14

 The Ten Commandments
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 The Ten Commandments
Family lessons provide a worship talk and a variety of activities for children and teens..
Religion Lesson | Ages 4 - 17

 The Ten Commandments
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6

 The Ten Commandments
Sunday School Lesson | Ages 9 - 12

 The Ten Commandments (3-5 years)
Project | Ages 4 - 6

 The Ten Commandments and the Lord's Prayer
Activity | Ages over 15

 The Ten Commandments Project
Shows how the Ten Commandments relate to the two great commandments. The first tablet tells us how to love the Lord and the second tablet tells us how to love our neighbor.
Project | Ages 7 - 14

 The Ten Commandments Received, The Golden Calf
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10


Přeložit: