Exodus 17

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Exodus 16   Exodus 18 →

1 και απηρεν πασα συναγωγη υιων ισραηλ εκ της ερημου σιν κατα παρεμβολας αυτων δια ρηματος κυριου και παρενεβαλοσαν εν ραφιδιν ουκ ην δε υδωρ τω λαω πιειν

2 και ελοιδορειτο ο λαος προς μωυσην λεγοντες δος ημιν υδωρ ινα πιωμεν και ειπεν αυτοις μωυσης τι λοιδορεισθε μοι και τι πειραζετε κυριον

3 εδιψησεν δε εκει ο λαος υδατι και εγογγυζεν εκει ο λαος προς μωυσην λεγοντες ινα τι τουτο ανεβιβασας ημας εξ αιγυπτου αποκτειναι ημας και τα τεκνα ημων και τα κτηνη τω διψει

4 εβοησεν δε μωυσης προς κυριον λεγων τι ποιησω τω λαω τουτω ετι μικρον και καταλιθοβολησουσιν με

5 και ειπεν κυριος προς μωυσην προπορευου του λαου τουτου λαβε δε μετα σεαυτου απο των πρεσβυτερων του λαου και την ραβδον εν η επαταξας τον ποταμον λαβε εν τη χειρι σου και πορευση

6 οδε εγω εστηκα προ του σε εκει επι της πετρας εν χωρηβ και παταξεις την πετραν και εξελευσεται εξ αυτης υδωρ και πιεται ο λαος μου εποιησεν δε μωυσης ουτως εναντιον των υιων ισραηλ

7 και επωνομασεν το ονομα του τοπου εκεινου πειρασμος και λοιδορησις δια την λοιδοριαν των υιων ισραηλ και δια το πειραζειν κυριον λεγοντας ει εστιν κυριος εν ημιν η ου

8 ηλθεν δε αμαληκ και επολεμει ισραηλ εν ραφιδιν

9 ειπεν δε μωυσης τω ιησου επιλεξον σεαυτω ανδρας δυνατους και εξελθων παραταξαι τω αμαληκ αυριον και ιδου εγω εστηκα επι της κορυφης του βουνου και η ραβδος του θεου εν τη χειρι μου

10 και εποιησεν ιησους καθαπερ ειπεν αυτω μωυσης και εξελθων παρεταξατο τω αμαληκ και μωυσης και ααρων και ωρ ανεβησαν επι την κορυφην του βουνου

11 και εγινετο οταν επηρεν μωυσης τας χειρας κατισχυεν ισραηλ οταν δε καθηκεν τας χειρας κατισχυεν αμαληκ

12 αι δε χειρες μωυση βαρειαι και λαβοντες λιθον υπεθηκαν υπ' αυτον και εκαθητο επ' αυτου και ααρων και ωρ εστηριζον τας χειρας αυτου εντευθεν εις και εντευθεν εις και εγενοντο αι χειρες μωυση εστηριγμεναι εως δυσμων ηλιου

13 και ετρεψατο ιησους τον αμαληκ και παντα τον λαον αυτου εν φονω μαχαιρας

14 ειπεν δε κυριος προς μωυσην καταγραψον τουτο εις μνημοσυνον εν βιβλιω και δος εις τα ωτα ιησοι οτι αλοιφη εξαλειψω το μνημοσυνον αμαληκ εκ της υπο τον ουρανον

15 και ωκοδομησεν μωυσης θυσιαστηριον κυριω και επωνομασεν το ονομα αυτου κυριος μου καταφυγη

16 οτι εν χειρι κρυφαια πολεμει κυριος επι αμαληκ απο γενεων εις γενεας

← Exodus 16   Exodus 18 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 8554, 8555, 8556, 8557, 8558, 8559, 8560, ...


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 340, 878, 1679, 2702, 2724, 4876, 4936, ...

Apocalypse Revealed 485


References from Swedenborg's unpublished works:

Apocalypse Explained 411, 518, 727, 734

Coronis (An Appendix to True Christian Religion) 2

An Invitation to the New Church 35

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

Genesis 12:7, 8, 14:7

Exodus 4:20, 7:20, 14:11, 15:22, 24, 25, 16:1, 3, 18:21, 19:2, 24:4, 13, 14, 27:1, 32:5, 33:11

Numbers 9:17, 23, 13:8, 16, 29, 14:10, 20:2, 8, 11, 13, 24:20, 27:18, 31:3, 33:12, 14

Deuteronomy 6:16, 8:15, 9:22, 25:17, 18, 19, 33:8

Joshua 8:3, 26

Judges 6:3

1 Samuel 14:48, 15:2, 30:6

1 Chronicles 2:19, 4:42, 43

Nehemiah 9:15, 20

Psalms 44:6, 74:15, 78:15, 18, 81:8, 95:8, 99:6, 105:41, 106:32, 107:5, 114:8

Isaiah 48:21

Jeremiah 30:2

John 8:59

Acts of the Apostles 14:19

1 Corinthians 10:4

Hebrews 3:8, 6:13

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 At Rephidim
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Holding Up the Hands of Moses
Coloring Page | Ages 7 - 14

 Joshua Leads the Battle, Aaron and Hur
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Look to the Higher Power
Spiritual tasks offer a reflection on a Biblical story and suggest a task for spiritual growth.
Activity | Ages over 18

 Moses’ Hands Held Up
Spiritual tasks offer a reflection on a Biblical story and suggest a task for spiritual growth.
Activity | Ages over 18

 Moses Striking the Rock
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 The Lord Gives Water (3-5 years)
Project | Ages 4 - 6


Přeložit: