Exodus 11 (Greek OT: LXX [A] Unaccented)

Exodus 11

Greek OT: LXX [A] Unaccented

Study the Inner Meaning

← Exodus 10   Exodus 12 →

1 ειπεν δε κυριος προς μωυσην ετι μιαν πληγην επαξω επι φαραω και επ' αιγυπτον και μετα ταυτα εξαποστελει υμας εντευθεν οταν δε εξαποστελλη υμας συν παντι εκβαλει υμας εκβολη

2 λαλησον ουν κρυφη εις τα ωτα του λαου και αιτησατω εκαστος παρα του πλησιον και γυνη παρα της πλησιον σκευη αργυρα και χρυσα και ιματισμον

3 κυριος δε εδωκεν την χαριν τω λαω αυτου εναντιον των αιγυπτιων και εχρησαν αυτοις και ο ανθρωπος μωυσης μεγας εγενηθη σφοδρα εναντιον των αιγυπτιων και εναντιον φαραω και εναντιον παντων των θεραποντων αυτου

4 και ειπεν μωυσης ταδε λεγει κυριος περι μεσας νυκτας εγω εισπορευομαι εις μεσον αιγυπτου

5 και τελευτησει παν πρωτοτοκον εν γη αιγυπτω απο πρωτοτοκου φαραω ος καθηται επι του θρονου και εως πρωτοτοκου της θεραπαινης της παρα τον μυλον και εως πρωτοτοκου παντος κτηνους

6 και εσται κραυγη μεγαλη κατα πασαν γην αιγυπτου ητις τοιαυτη ου γεγονεν και τοιαυτη ουκετι προστεθησεται

7 και εν πασι τοις υιοις ισραηλ ου γρυξει κυων τη γλωσση αυτου απο ανθρωπου εως κτηνους οπως ειδης οσα παραδοξασει κυριος ανα μεσον των αιγυπτιων και του ισραηλ

8 και καταβησονται παντες οι παιδες σου ουτοι προς με και προκυνησουσιν με λεγοντες εξελθε συ και πας ο λαος σου ου συ αφηγη και μετα ταυτα εξελευσομαι εξηλθεν δε μωυσης απο φαραω μετα θυμου

9 ειπεν δε κυριος προς μωυσην ουκ εισακουσεται υμων φαραω ινα πληθυνων πληθυνω μου τα σημεια και τα τερατα εν γη αιγυπτω

10 μωυσης δε και ααρων εποιησαν παντα τα σημεια και τα τερατα ταυτα εν γη αιγυπτω εναντιον φαραω εσκληρυνεν δε κυριος την καρδιαν φαραω και ουκ ηθελησεν εξαποστειλαι τους υιους ισραηλ εκ γης αιγυπτου

← Exodus 10   Exodus 12 →
Study the Inner Meaning

Main explanation(s) from Swedenborg's works:

Arcana Coelestia 7763

Commentary on this chapter:

Stories:

Other references by Swedenborg to this chapter:

Arcana Coelestia 1551, 1851, 2353, 2588, 3325, 4335, 6914 ...

Apocalypse Revealed 657, 658

Show references from Swedenborg's unpublished works




Translate:
Share: