Esther, Greek 8

Greek OT: LXX [A] Unaccented

← Esther, Greek 7   Esther, Greek 9 →

1 και εν αυτη τη ημερα ο βασιλευς αρταξερξης εδωρησατο εσθηρ οσα υπηρχεν αμαν τω διαβολω και μαρδοχαιος προσεκληθη υπο του βασιλεως υπεδειξεν γαρ εσθηρ οτι ενοικειωται αυτη

2 ελαβεν δε ο βασιλευς τον δακτυλιον ον αφειλατο αμαν και εδωκεν αυτον μαρδοχαιω και κατεστησεν εσθηρ μαρδοχαιον επι παντων των αμαν

3 και προσθεισα ελαλησεν προς τον βασιλεα και προσεπεσεν προς τους ποδας αυτου και ηξιου αφελειν την αμαν κακιαν και οσα εποιησεν τοις ιουδαιοις

4 εξετεινεν δε ο βασιλευς εσθηρ την ραβδον την χρυσην εξηγερθη δε εσθηρ παρεστηκεναι τω βασιλει

5 και ειπεν εσθηρ ει δοκει σοι και ευρον χαριν πεμφθητω αποστραφηναι τα γραμματα τα απεσταλμενα υπο αμαν τα γραφεντα απολεσθαι τους ιουδαιους οι εισιν εν τη βασιλεια σου

6 πως γαρ δυνησομαι ιδειν την κακωσιν του λαου μου και πως δυνησομαι σωθηναι εν τη απωλεια της πατριδος μου

7 και ειπεν ο βασιλευς προς εσθηρ ει παντα τα υπαρχοντα αμαν εδωκα και εχαρισαμην σοι και αυτον εκρεμασα επι ξυλου οτι τας χειρας επηνεγκε τοις ιουδαιοις τι ετι επιζητεις

8 γραψατε και υμεις εκ του ονοματος μου ως δοκει υμιν και σφραγισατε τω δακτυλιω μου οσα γαρ γραφεται του βασιλεως επιταξαντος και σφραγισθη τω δακτυλιω μου ουκ εστιν αυτοις αντειπειν

9 εκληθησαν δε οι γραμματεις εν τω πρωτω μηνι ος εστι νισα τριτη και εικαδι του αυτου ετους και εγραφη τοις ιουδαιοις οσα ενετειλατο τοις οικονομοις και τοις αρχουσιν των σατραπων απο της ινδικης εως της αιθιοπιας εκατον εικοσι επτα σατραπειαις κατα χωραν και χωραν κατα την εαυτων λεξιν

10 εγραφη δε δια του βασιλεως και εσφραγισθη τω δακτυλιω αυτου και εξαπεστειλαν τα γραμματα δια βιβλιαφορων

11 ως επεταξεν αυτοις χρησθαι τοις νομοις αυτων εν παση πολει βοηθησαι τε αυτοις και χρησθαι τοις αντιδικοις αυτων και τοις αντικειμενοις αυτων ως βουλονται

12 εν ημερα μια εν παση τη βασιλεια αρταξερξου τη τρισκαιδεκατη του δωδεκατου μηνος ος εστιν αδαρ

12a ων εστιν αντιγραφον της επιστολης τα υπογεγραμμενα

12b βασιλευς μεγας αρταξερξης τοις απο της ινδικης εως της αιθιοπιας εκατον εικοσι επτα σατραπειαις χωρων αρχουσι και τοις τα ημετερα φρονουσι χαιρειν

12c πολλοι τη πλειστη των ευεργετουντων χρηστοτητι πυκνοτερον τιμωμενοι μειζον εφρονησαν και ου μονον τους υποτεταγμενους ημιν ζητουσι κακοποιειν τον τε κορον ου δυναμενοι φερειν και τοις εαυτων ευεργεταις επιχειρουσι μηχανασθαι

12d και την ευχαριστιαν ου μονον εκ των ανθρωπων ανταναιρουντες αλλα και τοις των απειραγαθων κομποις επαρθεντες του τα παντα κατοπτευοντος αει θεου μισοπονηρον υπολαμβανουσιν εκφευξεσθαι δικην

12e πολλακις δε και πολλους των επ' εξουσιαις τεταγμενων των πιστευθεντων χειριζειν φιλων τα πραγματα παραμυθια μεταιτιους αιματων αθωων καταστησασα περιεβαλε συμφοραις ανηκεστοις

12f τω της κακοηθειας ψευδει παραλογισμω παραλογισαμενων την των επικρατουντων ακεραιον ευγνωμοσυνην

12g σκοπειν δε εξεστιν ου τοσουτον εκ των παλαιοτερων ων παρεδωκαμεν ιστοριων οσα εστιν παρα ποδας υμας εκζητουντας ανοσιως συντετελεσμενα τη των αναξια δυναστευοντων λοιμοτητι

12h και προσεχειν εις τα μετα ταυτα εις το την βασιλειαν αταραχον τοις πασιν ανθρωποις μετ' ειρηνης παρεξομεθα

12i χρωμενοι ταις μεταβολαις τα δε υπο την οψιν ερχομενα διακρινοντες αει μετ' επιεικεστερας απαντησεως

12k ως γαρ αμαν αμαδαθου μακεδων ταις αληθειαις αλλοτριος του των περσων αιματος και πολυ διεστηκως της ημετερας χρηστοτητος επιξενωθεις ημιν

12l ετυχεν ης εχομεν προς παν εθνος φιλανθρωπιας επι τοσουτον ωστε αναγορευεσθαι ημων πατερα και προσκυνουμενον υπο παντων το δευτερον του βασιλικου θρονου προσωπον διατελειν

12m ουκ ενεγκας δε την υπερηφανιαν επετηδευσεν της αρχης στερησαι ημας και του πνευματος

12n τον τε ημετερον σωτηρα και δια παντος ευεργετην μαρδοχαιον και την αμεμπτον της βασιλειας κοινωνον εσθηρ συν παντι τω τουτων εθνει πολυπλοκοις μεθοδων παραλογισμοις αιτησαμενος εις απωλειαν

12o δια γαρ των τροπων τουτων ωηθη λαβων ημας ερημους την των περσων επικρατησιν εις τους μακεδονας μεταξαι

12p ημεις δε τους υπο του τρισαλιτηριου παραδεδομενους εις αφανισμον ιουδαιους ευρισκομεν ου κακουργους οντας δικαιοτατοις δε πολιτευομενους νομοις

12q οντας δε υιους του υψιστου μεγιστου ζωντος θεου του κατευθυνοντος ημιν τε και τοις προγονοις ημων την βασιλειαν εν τη καλλιστη διαθεσει

12r καλως ουν ποιησετε μη προσχρησαμενοι τοις υπο αμαν αμαδαθου αποσταλεισι γραμμασιν δια το αυτον τον ταυτα εξεργασαμενον προς ταις σουσων πυλαις εσταυρωσθαι συν τη πανοικια την καταξιαν του τα παντα επικρατουντος θεου δια ταχους αποδοντος αυτω κρισιν

12s το δε αντιγραφον της επιστολης ταυτης εκθεντες εν παντι τοπω μετα παρρησιας εαν τους ιουδαιους χρησθαι τοις εαυτων νομιμοις και συνεπισχυειν αυτοις οπως τους εν καιρω θλιψεως επιθεμενους αυτοις αμυνωνται τη τρισκαιδεκατη του δωδεκατου μηνος αδαρ τη αυτη ημερα

12t ταυτην γαρ ο παντα δυναστευων θεος αντ' ολεθριας του εκλεκτου γενους εποιησεν αυτοις ευφροσυνην

12u και υμεις ουν εν ταις επωνυμοις υμων εορταις επισημον ημεραν μετα πασης ευωχιας αγετε οπως και νυν και μετα ταυτα σωτηρια η ημιν και τοις ευνοουσιν περσαις τοις δε ημιν επιβουλευουσιν μνημοσυνον της απωλειας

12x πασα δε πολις η χωρα το συνολον ητις κατα ταυτα μη ποιηση δορατι και πυρι καταναλωθησεται μετ' οργης ου μονον ανθρωποις αβατος αλλα και θηριοις και πετεινοις εις τον απαντα χρονον εχθιστος κατασταθησεται

13 τα δε αντιγραφα εκτιθεσθωσαν οφθαλμοφανως εν παση τη βασιλεια ετοιμους τε ειναι παντας τους ιουδαιους εις ταυτην την ημεραν πολεμησαι αυτων τους υπεναντιους

14 οι μεν ουν ιππεις εξηλθον σπευδοντες τα υπο του βασιλεως λεγομενα επιτελειν εξετεθη δε το προσταγμα και εν σουσοις

15 ο δε μαρδοχαιος εξηλθεν εστολισμενος την βασιλικην στολην και στεφανον εχων χρυσουν και διαδημα βυσσινον πορφυρουν ιδοντες δε οι εν σουσοις εχαρησαν

16 τοις δε ιουδαιοις εγενετο φως και ευφροσυνη

17 κατα πολιν και χωραν ου αν εξετεθη το προσταγμα ου αν εξετεθη το εκθεμα χαρα και ευφροσυνη τοις ιουδαιοις κωθων και ευφροσυνη και πολλοι των εθνων περιετεμοντο και ιουδαιζον δια τον φοβον των ιουδαιων

← Esther, Greek 7   Esther, Greek 9 →

Přeložit:
Sdílet: