Esther, Greek 5

Greek OT: LXX [A] Unaccented

← Esther, Greek 4   Esther, Greek 6 →

1 και εγενηθη εν τη ημερα τη τριτη ως επαυσατο προσευχομενη εξεδυσατο τα ιματια της θεραπειας και περιεβαλετο την δοξαν αυτης

1a και γενηθεισα επιφανης επικαλεσαμενη τον παντων εποπτην θεον και σωτηρα παρελαβεν τας δυο αβρας και τη μεν μια επηρειδετο ως τρυφερευομενη η δε ετερα επηκολουθει κουφιζουσα την ενδυσιν αυτης

1b και αυτη ερυθριωσα ακμη καλλους αυτης και το προσωπον αυτης ιλαρον ως προσφιλες η δε καρδια αυτης απεστενωμενη απο του φοβου

1c και εισελθουσα πασας τας θυρας κατεστη ενωπιον του βασιλεως και αυτος εκαθητο επι του θρονου της βασιλειας αυτου και πασαν στολην της επιφανειας αυτου ενεδεδυκει ολος δια χρυσου και λιθων πολυτελων και ην φοβερος σφοδρα

1d και αρας το προσωπον αυτου πεπυρωμενον δοξη εν ακμη θυμου εβλεψεν και επεσεν η βασιλισσα και μετεβαλεν το χρωμα αυτης εν εκλυσει και κατεπεκυψεν επι την κεφαλην της αβρας της προπορευομενης

1e και μετεβαλεν ο θεος το πνευμα του βασιλεως εις πραυτητα και αγωνιασας ανεπηδησεν απο του θρονου αυτου και ανελαβεν αυτην επι τας αγκαλας αυτου μεχρις ου κατεστη και παρεκαλει αυτην λογοις ειρηνικοις και ειπεν αυτη

1f τι εστιν εσθηρ εγω ο αδελφος σου θαρσει ου μη αποθανης οτι κοινον το προσταγμα ημων εστιν προσελθε

2 και αρας την χρυσην ραβδον επεθηκεν επι τον τραχηλον αυτης και ησπασατο αυτην και ειπεν λαλησον μοι

2a και ειπεν αυτω ειδον σε κυριε ως αγγελον θεου και εταραχθη η καρδια μου απο φοβου της δοξης σου οτι θαυμαστος ει κυριε και το προσωπον σου χαριτων μεστον

2b εν δε τω διαλεγεσθαι αυτην επεσεν απο εκλυσεως αυτης και ο βασιλευς εταρασσετο και πασα η θεραπεια αυτου παρεκαλει αυτην

3 και ειπεν ο βασιλευς τι θελεις εσθηρ και τι σου εστιν το αξιωμα εως του ημισους της βασιλειας μου και εσται σοι

4 ειπεν δε εσθηρ ημερα μου επισημος σημερον εστιν ει ουν δοκει τω βασιλει ελθατω και αυτος και αμαν εις την δοχην ην ποιησω σημερον

5 και ειπεν ο βασιλευς κατασπευσατε αμαν οπως ποιησωμεν τον λογον εσθηρ και παραγινονται αμφοτεροι εις την δοχην ην ειπεν εσθηρ

6 εν δε τω ποτω ειπεν ο βασιλευς προς εσθηρ τι εστιν βασιλισσα εσθηρ και εσται σοι οσα αξιοις

7 και ειπεν το αιτημα μου και το αξιωμα μου

8 ει ευρον χαριν ενωπιον του βασιλεως ελθατω ο βασιλευς και αμαν επι την αυριον εις την δοχην ην ποιησω αυτοις και αυριον ποιησω τα αυτα

9 και εξηλθεν ο αμαν απο του βασιλεως υπερχαρης ευφραινομενος εν δε τω ιδειν αμαν μαρδοχαιον τον ιουδαιον εν τη αυλη εθυμωθη σφοδρα

10 και εισελθων εις τα ιδια εκαλεσεν τους φιλους και ζωσαραν την γυναικα αυτου

11 και υπεδειξεν αυτοις τον πλουτον αυτου και την δοξαν ην ο βασιλευς αυτω περιεθηκεν και ως εποιησεν αυτον πρωτευειν και ηγεισθαι της βασιλειας

12 και ειπεν αμαν ου κεκληκεν η βασιλισσα μετα του βασιλεως ουδενα εις την δοχην αλλ' η εμε και εις την αυριον κεκλημαι

13 και ταυτα μοι ουκ αρεσκει οταν ιδω μαρδοχαιον τον ιουδαιον εν τη αυλη

14 και ειπεν προς αυτον ζωσαρα η γυνη αυτου και οι φιλοι κοπητω σοι ξυλον πηχων πεντηκοντα ορθρου δε ειπον τω βασιλει και κρεμασθητω μαρδοχαιος επι του ξυλου συ δε εισελθε εις την δοχην συν τω βασιλει και ευφραινου και ηρεσεν το ρημα τω αμαν και ητοιμασθη το ξυλον

← Esther, Greek 4   Esther, Greek 6 →

Přeložit:
Sdílet: