Esther, Greek 1:1

           

1a ετους δευτερου βασιλευοντος αρταξερξου του μεγαλου τη μια του νισα ενυπνιον ειδεν μαρδοχαιος ο του ιαιρου του σεμειου του κισαιου εκ φυλης βενιαμιν
1b ανθρωπος ιουδαιος οικων εν σουσοις τη πολει ανθρωπος μεγας θεραπευων εν τη αυλη του βασιλεως
1c ην δε εκ της αιχμαλωσιας ης ηχμαλωτευσεν ναβουχοδονοσορ ο βασιλευς βαβυλωνος εξ ιερουσαλημ μετα ιεχονιου του βασιλεως της ιουδαιας
1d και τουτο αυτου το ενυπνιον και ιδου φωναι και θορυβος βρονται και σεισμος ταραχος επι της γης
1e και ιδου δυο δρακοντες μεγαλοι ετοιμοι προηλθον αμφοτεροι παλαιειν και εγενετο αυτων φωνη μεγαλη
1f και τη φωνη αυτων ητοιμασθη παν εθνος εις πολεμον ωστε πολεμησαι δικαιων εθνος
1g και ιδου ημερα σκοτους και γνοφου θλιψις και στενοχωρια κακωσις και ταραχος μεγας επι της γης
1h και εταραχθη δικαιον παν εθνος φοβουμενοι τα εαυτων κακα και ητοιμασθησαν απολεσθαι και εβοησαν προς τον θεον
1i απο δε της βοης αυτων εγενετο ωσανει απο μικρας πηγης ποταμος μεγας υδωρ πολυ
1k φως και ο ηλιος ανετειλεν και οι ταπεινοι υψωθησαν και κατεφαγον τους ενδοξους
1l και διεγερθεις μαρδοχαιος ο εωρακως το ενυπνιον τουτο και τι ο θεος βεβουλευται ποιησαι ειχεν αυτο εν τη καρδια και εν παντι λογω ηθελεν επιγνωναι αυτο εως της νυκτος
1m και ησυχασεν μαρδοχαιος εν τη αυλη μετα γαβαθα και θαρρα των δυο ευνουχων του βασιλεως των φυλασσοντων την αυλην
1n ηκουσεν τε αυτων τους λογισμους και τας μεριμνας αυτων εξηρευνησεν και εμαθεν οτι ετοιμαζουσιν τας χειρας επιβαλειν αρταξερξη τω βασιλει και υπεδειξεν τω βασιλει περι αυτων
1o και εξητασεν ο βασιλευς τους δυο ευνουχους και ομολογησαντες απηχθησαν
1p και εγραψεν ο βασιλευς τους λογους τουτους εις μνημοσυνον και μαρδοχαιος εγραψεν περι των λογων τουτων
1q και επεταξεν ο βασιλευς μαρδοχαιω θεραπευειν εν τη αυλη και εδωκεν αυτω δοματα περι τουτων
1r και ην αμαν αμαδαθου βουγαιος ενδοξος ενωπιον του βασιλεως και εζητησεν κακοποιησαι τον μαρδοχαιον και τον λαον αυτου υπερ των δυο ευνουχων του βασιλεως
1s και εγενετο μετα τους λογους τουτους εν ταις ημεραις αρταξερξου ουτος ο αρταξερξης απο της ινδικης εκατον εικοσι επτα χωρων εκρατησεν



Přeložit: