Ecclesiasticus (Sira 9

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 8   Ecclesiasticus (Sira 10 →

1 μη ζηλου γυναικα του κολπου σου μηδε διδαξης επι σεαυτον παιδειαν πονηραν

2 μη δως γυναικι την ψυχην σου επιβηναι αυτην επι την ισχυν σου

3 μη υπαντα γυναικι εταιριζομενη μηποτε εμπεσης εις τας παγιδας αυτης

4 μετα ψαλλουσης μη ενδελεχιζε μηποτε αλως εν τοις επιχειρημασιν αυτης

5 παρθενον μη καταμανθανε μηποτε σκανδαλισθης εν τοις επιτιμιοις αυτης

6 μη δως πορναις την ψυχην σου ινα μη απολεσης την κληρονομιαν σου

7 μη περιβλεπου εν ρυμαις πολεως και εν ταις ερημοις αυτης μη πλανω

8 αποστρεψον οφθαλμον απο γυναικος ευμορφου και μη καταμανθανε καλλος αλλοτριον εν καλλει γυναικος πολλοι επλανηθησαν και εκ τουτου φιλια ως πυρ ανακαιεται

9 μετα υπανδρου γυναικος μη καθου το συνολον και μη συμβολοκοπησης μετ' αυτης εν οινω μηποτε εκκλινη η ψυχη σου επ' αυτην και τω πνευματι σου ολισθης εις απωλειαν

10 μη εγκαταλιπης φιλον αρχαιον ο γαρ προσφατος ουκ εστιν εφισος αυτω οινος νεος φιλος νεος εαν παλαιωθη μετ' ευφροσυνης πιεσαι αυτον

11 μη ζηλωσης δοξαν αμαρτωλου ου γαρ οιδας τι εσται η καταστροφη αυτου

12 μη ευδοκησης εν ευδοκια ασεβων μνησθητι οτι εως αδου ου μη δικαιωθωσιν

13 μακραν απεχε απο ανθρωπου ος εχει εξουσιαν του φονευειν και ου μη υποπτευσης φοβον θανατου καν προσελθης μη πλημμελησης ινα μη αφεληται την ζωην σου επιγνωθι οτι εν μεσω παγιδων διαβαινεις και επι επαλξεων πολεως περιπατεις

14 κατα την ισχυν σου στοχασαι τους πλησιον και μετα σοφων συμβουλευου

15 μετα συνετων εστω ο διαλογισμος σου και πασα διηγησις σου εν νομω υψιστου

16 ανδρες δικαιοι εστωσαν συνδειπνοι σου και εν φοβω κυριου εστω το καυχημα σου

17 εν χειρι τεχνιτων εργον επαινεσθησεται και ο ηγουμενος λαου σοφος εν λογω αυτου

18 φοβερος εν πολει αυτου ανηρ γλωσσωδης και ο προπετης εν λογω αυτου μισηθησεται

← Ecclesiasticus (Sira 8   Ecclesiasticus (Sira 10 →

Přeložit:
Sdílet: