Ecclesiasticus (Sira 6

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 5   Ecclesiasticus (Sira 7 →

2 μη επαρης σεαυτον εν βουλη ψυχης σου ινα μη διαρπαγη ως ταυρος η ψυχη σου

3 τα φυλλα σου καταφαγεσαι και τους καρπους σου απολεσεις και αφησεις σεαυτον ως ξυλον ξηρον

4 ψυχη πονηρα απολει τον κτησαμενον αυτην και επιχαρμα εχθρων ποιησει αυτον

5 λαρυγξ γλυκυς πληθυνει φιλους αυτου και γλωσσα ευλαλος πληθυνει ευπροσηγορα

6 οι ειρηνευοντες σοι εστωσαν πολλοι οι δε συμβουλοι σου εις απο χιλιων

7 ει κτασαι φιλον εν πειρασμω κτησαι αυτον και μη ταχυ εμπιστευσης αυτω

8 εστιν γαρ φιλος εν καιρω αυτου και ου μη παραμεινη εν ημερα θλιψεως σου

9 και εστιν φιλος μετατιθεμενος εις εχθραν και μαχην ονειδισμου σου αποκαλυψει

10 και εστιν φιλος κοινωνος τραπεζων και ου μη παραμεινη εν ημερα θλιψεως σου

11 και εν τοις αγαθοις σου εσται ως συ και επι τους οικετας σου παρρησιασεται

12 εαν ταπεινωθης εσται κατα σου και απο του προσωπου σου κρυβησεται

13 απο των εχθρων σου διαχωρισθητι και απο των φιλων σου προσεχε

14 φιλος πιστος σκεπη κραταια ο δε ευρων αυτον ευρεν θησαυρον

15 φιλου πιστου ουκ εστιν ανταλλαγμα και ουκ εστιν σταθμος της καλλονης αυτου

16 φιλος πιστος φαρμακον ζωης και οι φοβουμενοι κυριον ευρησουσιν αυτον

17 ο φοβουμενος κυριον ευθυνει φιλιαν αυτου οτι κατ' αυτον ουτως και ο πλησιον αυτου

18 τεκνον εκ νεοτητος σου επιλεξαι παιδειαν και εως πολιων ευρησεις σοφιαν

19 ως ο αροτριων και ο σπειρων προσελθε αυτη και αναμενε τους αγαθους καρπους αυτης εν γαρ τη εργασια αυτης ολιγον κοπιασεις και ταχυ φαγεσαι των γενηματων αυτης

20 ως τραχεια εστιν σφοδρα τοις απαιδευτοις και ουκ εμμενει εν αυτη ακαρδιος

21 ως λιθος δοκιμασιας ισχυρος εσται επ' αυτω και ου χρονιει απορριψαι αυτην

22 σοφια γαρ κατα το ονομα αυτης εστιν και ου πολλοις εστιν φανερα

23 ακουσον τεκνον και εκδεξαι γνωμην μου και μη απαναινου την συμβουλιαν μου

24 και εισενεγκον τους ποδας σου εις τας πεδας αυτης και εις τον κλοιον αυτης τον τραχηλον σου

25 υποθες τον ωμον σου και βασταξον αυτην και μη προσοχθισης τοις δεσμοις αυτης

26 εν παση ψυχη σου προσελθε αυτη και εν ολη δυναμει σου συντηρησον τας οδους αυτης

27 εξιχνευσον και ζητησον και γνωσθησεται σοι και εγκρατης γενομενος μη αφης αυτην

28 επ' εσχατων γαρ ευρησεις την αναπαυσιν αυτης και στραφησεται σοι εις ευφροσυνην

29 και εσονται σοι αι πεδαι εις σκεπην ισχυος και οι κλοιοι αυτης εις στολην δοξης

30 κοσμος γαρ χρυσεος εστιν επ' αυτης και οι δεσμοι αυτης κλωσμα υακινθινον

31 στολην δοξης ενδυση αυτην και στεφανον αγαλλιαματος περιθησεις σεαυτω

32 εαν θελης τεκνον παιδευθηση και εαν επιδως την ψυχην σου πανουργος εση

33 εαν αγαπησης ακουειν εκδεξη και εαν κλινης το ους σου σοφος εση

34 εν πληθει πρεσβυτερων στηθι και τις σοφος αυτω προσκολληθητι

35 πασαν διηγησιν θειαν θελε ακροασθαι και παροιμιαι συνεσεως μη εκφευγετωσαν σε

36 εαν ιδης συνετον ορθριζε προς αυτον και βαθμους θυρων αυτου εκτριβετω ο πους σου

37 διανοου εν τοις προσταγμασιν κυριου και εν ταις εντολαις αυτου μελετα δια παντος αυτος στηριει την καρδιαν σου και η επιθυμια της σοφιας δοθησεται σοι

← Ecclesiasticus (Sira 5   Ecclesiasticus (Sira 7 →

Přeložit:
Sdílet: