Ecclesiasticus (Sira 51

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 50  

1 εξομολογησομαι σοι κυριε βασιλευ και αινεσω σε θεον τον σωτηρα μου εξομολογουμαι τω ονοματι σου

2 οτι σκεπαστης και βοηθος εγενου μοι και ελυτρωσω το σωμα μου εξ απωλειας και εκ παγιδος διαβολης γλωσσης απο χειλεων εργαζομενων ψευδος και εναντι των παρεστηκοτων εγενου βοηθος και ελυτρωσω με

3 κατα το πληθος ελεους και ονοματος σου εκ βρυγμων ετοιμον εις βρωμα εκ χειρος ζητουντων την ψυχην μου εκ πλειονων θλιψεων ων εσχον

4 απο πνιγμου πυρας κυκλοθεν και εκ μεσου πυρος ου ουκ εξεκαυσα

5 εκ βαθους κοιλιας αδου και απο γλωσσης ακαθαρτου και λογου ψευδους

6 βασιλει διαβολη γλωσσης αδικου ηγγισεν εως θανατου η ψυχη μου και η ζωη μου ην συνεγγυς αδου κατω

7 περιεσχον με παντοθεν και ουκ ην ο βοηθων ενεβλεπον εις αντιλημψιν ανθρωπων και ουκ ην

8 και εμνησθην του ελεους σου κυριε και της εργασιας σου της απ' αιωνος οτι εξαιρη τους υπομενοντας σε και σωζεις αυτους εκ χειρος εχθρων

9 και ανυψωσα απο γης ικετειαν μου και υπερ θανατου ρυσεως εδεηθην

10 επεκαλεσαμην κυριον πατερα κυριου μου μη με εγκαταλιπειν εν ημεραις θλιψεως εν καιρω υπερηφανιων αβοηθησιας αινεσω το ονομα σου ενδελεχως και υμνησω εν εξομολογησει

11 και εισηκουσθη η δεησις μου εσωσας γαρ με εξ απωλειας και εξειλου με εκ καιρου πονηρου

12 δια τουτο εξομολογησομαι σοι και αινεσω σε και ευλογησω τω ονοματι κυριου

13 ετι ων νεωτερος πριν η πλανηθηναι με εζητησα σοφιαν προφανως εν προσευχη μου

14 εναντι ναου ηξιουν περι αυτης και εως εσχατων εκζητησω αυτην

15 εξ ανθους ως περκαζουσης σταφυλης ευφρανθη η καρδια μου εν αυτη επεβη ο πους μου εν ευθυτητι εκ νεοτητος μου ιχνευον αυτην

16 εκλινα ολιγον το ους μου και εδεξαμην και πολλην ευρον εμαυτω παιδειαν

17 προκοπη εγενετο μοι εν αυτη τω διδοντι μοι σοφιαν δωσω δοξαν

18 διενοηθην γαρ του ποιησαι αυτην και εζηλωσα το αγαθον και ου μη αισχυνθω

19 διαμεμαχισται η ψυχη μου εν αυτη και εν ποιησει νομου διηκριβασαμην τας χειρας μου εξεπετασα προς υψος και τα αγνοηματα αυτης επενθησα

20 την ψυχην μου κατευθυνα εις αυτην και εν καθαρισμω ευρον αυτην καρδιαν εκτησαμην μετ' αυτης απ' αρχης δια τουτο ου μη εγκαταλειφθω

21 και η κοιλια μου εταραχθη του εκζητησαι αυτην δια τουτο εκτησαμην αγαθον κτημα

22 εδωκεν κυριος γλωσσαν μοι μισθον μου και εν αυτη αινεσω αυτον

23 εγγισατε προς με απαιδευτοι και αυλισθητε εν οικω παιδειας

24 τι οτι υστερεισθαι λεγετε εν τουτοις και αι ψυχαι υμων διψωσι σφοδρα

25 ηνοιξα το στομα μου και ελαλησα κτησασθε εαυτοις ανευ αργυριου

26 τον τραχηλον υμων υποθετε υπο ζυγον και επιδεξασθω η ψυχη υμων παιδειαν εγγυς εστιν ευρειν αυτην

27 ιδετε εν οφθαλμοις υμων οτι ολιγον εκοπιασα και ευρον εμαυτω πολλην αναπαυσιν

28 μετασχετε παιδειας εν πολλω αριθμω αργυριου και πολυν χρυσον κτησασθε εν αυτη

29 ευφρανθειη η ψυχη υμων εν τω ελεει αυτου και μη αισχυνθειητε εν αινεσει αυτου

30 εργαζεσθε το εργον υμων προ καιρου και δωσει τον μισθον υμων εν καιρω αυτου

← Ecclesiasticus (Sira 50  

Přeložit:
Sdílet: