Ecclesiasticus (Sira 49

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 48   Ecclesiasticus (Sira 50 →

1 μνημοσυνον ιωσιου εις συνθεσιν θυμιαματος εσκευασμενον εργω μυρεψου εν παντι στοματι ως μελι γλυκανθησεται και ως μουσικα εν συμποσιω οινου

2 αυτος κατευθυνθη εν επιστροφη λαου και εξηρεν βδελυγματα ανομιας

3 κατευθυνεν προς κυριον την καρδιαν αυτου εν ημεραις ανομων κατισχυσεν την ευσεβειαν

4 παρεξ δαυιδ και εζεκιου και ιωσιου παντες πλημμελειαν επλημμελησαν κατελιπον γαρ τον νομον του υψιστου οι βασιλεις ιουδα εξελιπον

5 εδωκαν γαρ το κερας αυτων ετεροις και την δοξαν αυτων εθνει αλλοτριω

6 ενεπυρισαν εκλεκτην πολιν αγιασματος και ηρημωσαν τας οδους αυτης

7 εν χειρι ιερεμιου εκακωσαν γαρ αυτον και αυτος εν μητρα ηγιασθη προφητης εκριζουν και κακουν και απολλυειν ωσαυτως οικοδομειν και καταφυτευειν

8 ιεζεκιηλ ος ειδεν ορασιν δοξης ην υπεδειξεν αυτω επι αρματος χερουβιν

9 και γαρ εμνησθη των εχθρων εν ομβρω και αγαθωσαι τους ευθυνοντας οδους

10 και των δωδεκα προφητων τα οστα αναθαλοι εκ του τοπου αυτων παρεκαλεσαν γαρ τον ιακωβ και ελυτρωσαντο αυτους εν πιστει ελπιδος

11 πως μεγαλυνωμεν τον ζοροβαβελ και αυτος ως σφραγις επι δεξιας χειρος

12 ουτως ιησους υιος ιωσεδεκ οι εν ημεραις αυτων ωκοδομησαν οικον και ανυψωσαν ναον αγιον κυριω ητοιμασμενον εις δοξαν αιωνος

13 και νεεμιου επι πολυ το μνημοσυνον του εγειραντος ημιν τειχη πεπτωκοτα και στησαντος πυλας και μοχλους και ανεγειραντος τα οικοπεδα ημων

14 ουδεις εκτισθη επι της γης τοιουτος οιος ενωχ και γαρ αυτος ανελημφθη απο της γης

15 ουδε ως ιωσηφ εγεννηθη ανηρ ηγουμενος αδελφων στηριγμα λαου και τα οστα αυτου επεσκεπησαν

16 σημ και σηθ εν ανθρωποις εδοξασθησαν και υπερ παν ζωον εν τη κτισει αδαμ

← Ecclesiasticus (Sira 48   Ecclesiasticus (Sira 50 →

Přeložit:
Sdílet: