Ecclesiasticus (Sira 47

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 46   Ecclesiasticus (Sira 48 →

1 και μετα τουτον ανεστη ναθαν προφητευειν εν ημεραις δαυιδ

2 ωσπερ στεαρ αφωρισμενον απο σωτηριου ουτως δαυιδ απο των υιων ισραηλ

3 εν λεουσιν επαιξεν ως εν εριφοις και εν αρκοις ως εν αρνασι προβατων

4 εν νεοτητι αυτου ουχι απεκτεινεν γιγαντα και εξηρεν ονειδισμον εκ λαου εν τω επαραι χειρα εν λιθω σφενδονης και καταβαλειν γαυριαμα του γολιαθ

5 επεκαλεσατο γαρ κυριον τον υψιστον και εδωκεν εν τη δεξια αυτου κρατος εξαραι ανθρωπον δυνατον εν πολεμω ανυψωσαι κερας λαου αυτου

6 ουτως εν μυριασιν εδοξασαν αυτον και ηνεσαν αυτον εν ευλογιαις κυριου εν τω φερεσθαι αυτω διαδημα δοξης

7 εξετριψεν γαρ εχθρους κυκλοθεν και εξουδενωσεν φυλιστιιμ τους υπεναντιους εως σημερον συνετριψεν αυτων κερας

8 εν παντι εργω αυτου εδωκεν εξομολογησιν αγιω υψιστω ρηματι δοξης εν παση καρδια αυτου υμνησεν και ηγαπησεν τον ποιησαντα αυτον

9 και εστησεν ψαλτωδους κατεναντι του θυσιαστηριου και εξ ηχους αυτων γλυκαινειν μελη

10 εδωκεν εν εορταις ευπρεπειαν και εκοσμησεν καιρους μεχρι συντελειας εν τω αινειν αυτους το αγιον ονομα αυτου και απο πρωιας ηχειν το αγιασμα

11 κυριος αφειλεν τας αμαρτιας αυτου και ανυψωσεν εις αιωνα το κερας αυτου και εδωκεν αυτω διαθηκην βασιλεων και θρονον δοξης εν τω ισραηλ

12 μετα τουτον ανεστη υιος επιστημων και δι' αυτον κατελυσεν εν πλατυσμω

13 σαλωμων εβασιλευσεν εν ημεραις ειρηνης ω ο θεος κατεπαυσεν κυκλοθεν ινα στηση οικον επ' ονοματι αυτου και ετοιμαση αγιασμα εις τον αιωνα

14 ως εσοφισθης εν νεοτητι σου και ενεπλησθης ως ποταμος συνεσεως

15 γην επεκαλυψεν η ψυχη σου και ενεπλησας εν παραβολαις αινιγματων

16 εις νησους πορρω αφικετο το ονομα σου και ηγαπηθης εν τη ειρηνη σου

17 εν ωδαις και παροιμιαις και παραβολαις και εν ερμηνειαις απεθαυμασαν σε χωραι

18 εν ονοματι κυριου του θεου του επικεκλημενου θεου ισραηλ συνηγαγες ως κασσιτερον το χρυσιον και ως μολιβον επληθυνας αργυριον

19 παρανεκλινας τας λαγονας σου γυναιξιν και ενεξουσιασθης εν τω σωματι σου

20 εδωκας μωμον εν τη δοξη σου και εβεβηλωσας το σπερμα σου επαγαγειν οργην επι τα τεκνα σου και κατανυγηναι επι τη αφροσυνη σου

21 γενεσθαι διχα τυραννιδα και εξ εφραιμ αρξαι βασιλειαν απειθη

22 ο δε κυριος ου μη καταλιπη το ελεος αυτου και ου μη διαφθειρη απο των λογων αυτου ουδε μη εξαλειψη εκλεκτου αυτου εκγονα και σπερμα του αγαπησαντος αυτον ου μη εξαρη και τω ιακωβ εδωκεν καταλειμμα και τω δαυιδ εξ αυτου ριζαν

23 και ανεπαυσατο σαλωμων μετα των πατερων αυτου και κατελιπεν μετ' αυτον εκ του σπερματος αυτου λαου αφροσυνην και ελασσουμενον συνεσει ροβοαμ ος απεστησεν λαον εκ βουλης αυτου

24 και ιεροβοαμ υιος ναβατ ος εξημαρτεν τον ισραηλ και εδωκεν τω εφραιμ οδον αμαρτιας και επληθυνθησαν αι αμαρτιαι αυτων σφοδρα αποστησαι αυτους απο της γης αυτων

25 και πασαν πονηριαν εξεζητησαν εως εκδικησις ελθη επ' αυτους

← Ecclesiasticus (Sira 46   Ecclesiasticus (Sira 48 →

Přeložit:
Sdílet: