Ecclesiasticus (Sira 45

           

1 και εξηγαγεν εξ αυτου ανδρα ελεους ευρισκοντα χαριν εν οφθαλμοις πασης σαρκος ηγαπημενον υπο θεου και ανθρωπων μωυσην ου το μνημοσυνον εν ευλογιαις

2 ωμοιωσεν αυτον δοξη αγιων και εμεγαλυνεν αυτον εν φοβοις εχθρων

3 εν λογοις αυτου σημεια κατεπαυσεν εδοξασεν αυτον κατα προσωπον βασιλεων ενετειλατο αυτω προς λαον αυτου και εδειξεν αυτω της δοξης αυτου

4 εν πιστει και πραυτητι αυτον ηγιασεν εξελεξατο αυτον εκ πασης σαρκος

5 ηκουτισεν αυτον της φωνης αυτου και εισηγαγεν αυτον εις τον γνοφον και εδωκεν αυτω κατα προσωπον εντολας νομον ζωης και επιστημης διδαξαι τον ιακωβ διαθηκην και κριματα αυτου τον ισραηλ

6 ααρων υψωσεν αγιον ομοιον αυτω αδελφον αυτου εκ φυλης λευι

7 εστησεν αυτον διαθηκην αιωνος και εδωκεν αυτω ιερατειαν λαου εμακαρισεν αυτον εν ευκοσμια και περιεζωσεν αυτον περιστολην δοξης

8 ενεδυσεν αυτον συντελειαν καυχηματος και εστερεωσεν αυτον σκευεσιν ισχυος περισκελη και ποδηρη και επωμιδα

9 και εκυκλωσεν αυτον ροισκοις χρυσοις κωδωσιν πλειστοις κυκλοθεν ηχησαι φωνην εν βημασιν αυτου ακουστον ποιησαι ηχον εν ναω εις μνημοσυνον υιοις λαου αυτου

10 στολη αγια χρυσω και υακινθω και πορφυρα εργω ποικιλτου λογειω κρισεως δηλοις αληθειας κεκλωσμενη κοκκω εργω τεχνιτου

11 λιθοις πολυτελεσιν γλυμματος σφραγιδος εν δεσει χρυσιου εργω λιθουργου εις μνημοσυνον εν γραφη κεκολαμμενη κατ' αριθμον φυλων ισραηλ

12 στεφανον χρυσουν επανω κιδαρεως εκτυπωμα σφραγιδος αγιασματος καυχημα τιμης εργον ισχυος επιθυμηματα οφθαλμων κοσμουμενα

13 ωραια προ αυτου ου γεγονεν τοιαυτα εως αιωνος ουκ ενεδυσατο αλλογενης πλην των υιων αυτου μονον και τα εκγονα αυτου δια παντος

14 θυσιαι αυτου ολοκαρπωθησονται καθ' ημεραν ενδελεχως δις

15 επληρωσεν μωυσης τας χειρας και εχρισεν αυτον εν ελαιω αγιω εγενηθη αυτω εις διαθηκην αιωνος και τω σπερματι αυτου εν ημεραις ουρανου λειτουργειν αυτω αμα και ιερατευειν και ευλογειν τον λαον αυτου εν τω ονοματι

16 εξελεξατο αυτον απο παντος ζωντος προσαγαγειν καρπωσιν κυριω θυμιαμα και ευωδιαν εις μνημοσυνον εξιλασκεσθαι περι του λαου σου

17 εδωκεν αυτω εν εντολαις αυτου εξουσιαν εν διαθηκαις κριματων διδαξαι τον ιακωβ τα μαρτυρια και εν νομω αυτου φωτισαι ισραηλ

18 επισυνεστησαν αυτω αλλοτριοι και εζηλωσαν αυτον εν τη ερημω ανδρες οι περι δαθαν και αβιρων και η συναγωγη κορε εν θυμω και οργη

19 ειδεν κυριος και ουκ ευδοκησεν και συνετελεσθησαν εν θυμω οργης εποιησεν αυτοις τερατα καταναλωσαι εν πυρι φλογος αυτου

20 και προσεθηκεν ααρων δοξαν και εδωκεν αυτω κληρονομιαν απαρχας πρωτογενηματων εμερισεν αυτω αρτον πρωτοις ητοιμασεν πλησμονην

21 και γαρ θυσιας κυριου φαγονται ας εδωκεν αυτω τε και τω σπερματι αυτου

22 πλην εν γη λαου ου κληρονομησει και μερις ουκ εστιν αυτω εν λαω αυτος γαρ μερις σου και κληρονομια

23 και φινεες υιος ελεαζαρ τριτος εις δοξαν εν τω ζηλωσαι αυτον εν φοβω κυριου και στηναι αυτον εν τροπη λαου εν αγαθοτητι προθυμιας ψυχης αυτου και εξιλασατο περι του ισραηλ

24 δια τουτο εσταθη αυτω διαθηκη ειρηνης προστατειν αγιων και λαου αυτου ινα αυτω η και τω σπερματι αυτου ιερωσυνης μεγαλειον εις τους αιωνας

25 και διαθηκη τω δαυιδ υιω ιεσσαι εκ φυλης ιουδα κληρονομια βασιλεως υιου εξ υιου μονου κληρονομια ααρων και τω σπερματι αυτου

26 δωη υμιν σοφιαν εν καρδια υμων κρινειν τον λαον αυτου εν δικαιοσυνη ινα μη αφανισθη τα αγαθα αυτων και την δοξαν αυτων εις γενεας αυτων

  

Přeložit: