Ecclesiasticus (Sira 40

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 39   Ecclesiasticus (Sira 41 →

1 ασχολια μεγαλη εκτισται παντι ανθρωπω και ζυγος βαρυς επι υιους αδαμ αφ' ημερας εξοδου εκ γαστρος μητρος αυτων εως ημερας επιστροφης εις μητερα παντων

2 τους διαλογισμους αυτων και φοβον καρδιας επινοια προσδοκιας ημερα τελευτης

3 απο καθημενου επι θρονου ενδοξου και εως τεταπεινωμενου εν γη και σποδω

4 απο φορουντος υακινθινον και στεφανον και εως περιβαλλομενου ωμολινον θυμος και ζηλος και ταραχη και σαλος και φοβος θανατου και μηνιαμα και ερις

5 και εν καιρω αναπαυσεως επι κοιτης υπνος νυκτος αλλοιοι γνωσιν αυτου

6 ολιγον ως ουδεν εν αναπαυσει και απ' εκεινου εν υπνοις ως εν ημερα σκοπιας τεθορυβημενος εν ορασει καρδιας αυτου ως εκπεφευγως απο προσωπου πολεμου

7 εν καιρω χρειας αυτου εξηγερθη και αποθαυμαζων εις ουδενα φοβον

8 μετα πασης σαρκος απο ανθρωπου εως κτηνους και επι αμαρτωλων επταπλασια προς ταυτα

9 θανατος και αιμα και ερις και ρομφαια επαγωγαι λιμος και συντριμμα και μαστιξ

10 επι τους ανομους εκτισθη ταυτα παντα και δι' αυτους εγενετο ο κατακλυσμος

11 παντα οσα απο γης εις γην αναστρεφει και απο υδατων εις θαλασσαν ανακαμπτει

12 παν δωρον και αδικια εξαλειφθησεται και πιστις εις τον αιωνα στησεται

13 χρηματα αδικων ως ποταμος ξηρανθησεται και ως βροντη μεγαλη εν υετω εξηχησει

14 εν τω ανοιξαι αυτον χειρας ευφρανθησεται ουτως οι παραβαινοντες εις συντελειαν εκλειψουσιν

15 εκγονα ασεβων ου πληθυνει κλαδους και ριζαι ακαθαρτοι επ' ακροτομου πετρας

16 αχι επι παντος υδατος και χειλους ποταμου προ παντος χορτου εκτιλησεται

17 χαρις ως παραδεισος εν ευλογιαις και ελεημοσυνη εις τον αιωνα διαμενει

18 ζωη αυταρκους και εργατου γλυκανθησεται και υπερ αμφοτερα ο ευρισκων θησαυρον

19 τεκνα και οικοδομη πολεως στηριζουσιν ονομα και υπερ αμφοτερα γυνη αμωμος λογιζεται

20 οινος και μουσικα ευφραινουσιν καρδιαν και υπερ αμφοτερα αγαπησις σοφιας

21 αυλος και ψαλτηριον ηδυνουσιν μελη και υπερ αμφοτερα γλωσσα ηδεια

22 χαριν και καλλος επιθυμησει οφθαλμος και υπερ αμφοτερα χλοην σπορου

23 φιλος και εταιρος εις καιρον απαντωντες και υπερ αμφοτερα γυνη μετα ανδρος

24 αδελφοι και βοηθεια εις καιρον θλιψεως και υπερ αμφοτερα ελεημοσυνη ρυσεται

25 χρυσιον και αργυριον επιστησουσιν ποδα και υπερ αμφοτερα βουλη ευδοκιμειται

26 χρηματα και ισχυς ανυψωσουσιν καρδιαν και υπερ αμφοτερα φοβος κυριου ουκ εστιν εν φοβω κυριου ελαττωσις και ουκ εστιν επιζητησαι εν αυτω βοηθειαν

27 φοβος κυριου ως παραδεισος ευλογιας και υπερ πασαν δοξαν εκαλυψεν αυτον

28 τεκνον ζωην επαιτησεως μη βιωσης κρεισσον αποθανειν η επαιτειν

29 ανηρ βλεπων εις τραπεζαν αλλοτριαν ουκ εστιν αυτου ο βιος εν λογισμω ζωης αλισγησει ψυχην αυτου εν εδεσμασιν αλλοτριοις ανηρ δε επιστημων και πεπαιδευμενος φυλαξεται

30 εν στοματι αναιδους γλυκανθησεται επαιτησις και εν κοιλια αυτου πυρ καησεται

← Ecclesiasticus (Sira 39   Ecclesiasticus (Sira 41 →

Přeložit:
Sdílet: