Ecclesiasticus (Sira 39

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 38   Ecclesiasticus (Sira 40 →

1 πλην του επιδιδοντος την ψυχην αυτου και διανοουμενου εν νομω υψιστου σοφιαν παντων αρχαιων εκζητησει και εν προφητειαις ασχοληθησεται

2 διηγησιν ανδρων ονομαστων συντηρησει και εν στροφαις παραβολων συνεισελευσεται

3 αποκρυφα παροιμιων εκζητησει και εν αινιγμασι παραβολων αναστραφησεται

4 ανα μεσον μεγιστανων υπηρετησει και εναντι ηγουμενων οφθησεται εν γη αλλοτριων εθνων διελευσεται αγαθα γαρ και κακα εν ανθρωποις επειρασεν

5 την καρδιαν αυτου επιδωσει ορθρισαι προς κυριον τον ποιησαντα αυτον και εναντι υψιστου δεηθησεται και ανοιξει στομα αυτου εν προσευχη και περι των αμαρτιων αυτου δεηθησεται

6 εαν κυριος ο μεγας θεληση πνευματι συνεσεως εμπλησθησεται αυτος ανομβρησει ρηματα σοφιας αυτου και εν προσευχη εξομολογησεται κυριω

7 αυτος κατευθυνει βουλην αυτου και επιστημην και εν τοις αποκρυφοις αυτου διανοηθησεται

8 αυτος εκφανει παιδειαν διδασκαλιας αυτου και εν νομω διαθηκης κυριου καυχησεται

9 αινεσουσιν την συνεσιν αυτου πολλοι και εως του αιωνος ουκ εξαλειφθησεται ουκ αποστησεται το μνημοσυνον αυτου και το ονομα αυτου ζησεται εις γενεας γενεων

10 την σοφιαν αυτου διηγησονται εθνη και τον επαινον αυτου εξαγγελει εκκλησια

11 εαν εμμεινη ονομα καταλειψει η χιλιοι και εαν αναπαυσηται εκποιει αυτω

12 ετι διανοηθεις εκδιηγησομαι και ως διχομηνια επληρωθην

13 εισακουσατε μου υιοι οσιοι και βλαστησατε ως ροδον φυομενον επι ρευματος υγρου

14 και ως λιβανος ευωδιασατε οσμην και ανθησατε ανθος ως κρινον διαδοτε οσμην και αινεσατε ασμα ευλογησατε κυριον επι πασιν τοις εργοις

15 δοτε τω ονοματι αυτου μεγαλωσυνην και εξομολογησασθε εν αινεσει αυτου εν ωδαις χειλεων και εν κινυραις και ουτως ερειτε εν εξομολογησει

16 τα εργα κυριου παντα οτι καλα σφοδρα και παν προσταγμα εν καιρω αυτου εσται ουκ εστιν ειπειν τι τουτο εις τι τουτο παντα γαρ εν καιρω αυτου ζητηθησεται

17 εν λογω αυτου εστη ως θιμωνια υδωρ και εν ρηματι στοματος αυτου αποδοχεια υδατων

18 εν προσταγματι αυτου πασα η ευδοκια και ουκ εστιν ος ελαττωσει το σωτηριον αυτου

19 εργα πασης σαρκος ενωπιον αυτου και ουκ εστιν κρυβηναι απο των οφθαλμων αυτου

20 απο του αιωνος εις τον αιωνα επεβλεψεν και ουθεν εστιν θαυμασιον εναντιον αυτου

21 ουκ εστιν ειπειν τι τουτο εις τι τουτο παντα γαρ εις χρειας αυτων εκτισται

22 η ευλογια αυτου ως ποταμος επεκαλυψεν και ως κατακλυσμος ξηραν εμεθυσεν

23 ουτως οργην αυτου εθνη κληρονομησει ως μετεστρεψεν υδατα εις αλμην

24 αι οδοι αυτου τοις οσιοις ευθειαι ουτως τοις ανομοις προσκομματα

25 αγαθα τοις αγαθοις εκτισται απ' αρχης ουτως τοις αμαρτωλοις κακα

26 αρχη πασης χρειας εις ζωην ανθρωπου υδωρ και πυρ και σιδηρος και αλας και σεμιδαλις πυρου και γαλα και μελι αιμα σταφυλης και ελαιον και ιματιον

27 ταυτα παντα τοις ευσεβεσιν εις αγαθα ουτως τοις αμαρτωλοις τραπησεται εις κακα

28 εστιν πνευματα α εις εκδικησιν εκτισται και εν θυμω αυτου εστερεωσεν μαστιγας αυτων εν καιρω συντελειας ισχυν εκχεουσιν και τον θυμον του ποιησαντος αυτους κοπασουσιν

29 πυρ και χαλαζα και λιμος και θανατος παντα ταυτα εις εκδικησιν εκτισται

30 θηριων οδοντες και σκορπιοι και εχεις και ρομφαια εκδικουσα εις ολεθρον ασεβεις

31 εν τη εντολη αυτου ευφρανθησονται και επι της γης εις χρειας ετοιμασθησονται και εν καιροις αυτων ου παραβησονται λογον

32 δια τουτο εξ αρχης εστηριχθην και διενοηθην και εν γραφη αφηκα

33 τα εργα κυριου παντα αγαθα και πασαν χρειαν εν ωρα αυτης χορηγησει

34 και ουκ εστιν ειπειν τουτο τουτου πονηροτερον παντα γαρ εν καιρω ευδοκιμηθησεται

35 και νυν εν παση καρδια και στοματι υμνησατε και ευλογησατε το ονομα κυριου

← Ecclesiasticus (Sira 38   Ecclesiasticus (Sira 40 →

Přeložit:
Sdílet: