Ecclesiasticus (Sira 37

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 36   Ecclesiasticus (Sira 38 →

1 πας φιλος ερει εφιλιασα καγω αλλ' εστιν φιλος ονοματι μονον φιλος

2 ουχι λυπη ενι εως θανατου εταιρος και φιλος τρεπομενος εις εχθραν

3 ω πονηρον ενθυμημα ποθεν ενεκυλισθης καλυψαι την ξηραν εν δολιοτητι

4 εταιρος φιλου εν ευφροσυνη ηδεται και εν καιρω θλιψεως εσται απεναντι

5 εταιρος φιλω συμπονει χαριν γαστρος εναντι πολεμου λημψεται ασπιδα

6 μη επιλαθη φιλου εν τη ψυχη σου και μη αμνημονησης αυτου εν χρημασιν σου

7 πας συμβουλος εξαιρει βουλην αλλ' εστιν συμβουλευων εις εαυτον

8 απο συμβουλου φυλαξον την ψυχην σου και γνωθι προτερον τις αυτου χρεια και γαρ αυτος εαυτω βουλευσεται μηποτε βαλη επι σοι κληρον

9 και ειπη σοι καλη η οδος σου και στησεται εξ αναντιας ιδειν το συμβησομενον σοι

10 μη βουλευου μετα του υποβλεπομενου σε και απο των ζηλουντων σε κρυψον βουλην

11 μετα γυναικος περι της αντιζηλου αυτης και μετα δειλου περι πολεμου μετα εμπορου περι μεταβολιας και μετα αγοραζοντος περι πρασεως μετα βασκανου περι ευχαριστιας και μετα ανελεημονος περι χρηστοηθειας μετα οκνηρου περι παντος εργου και μετα μισθιου εφετιου περι συντελειας οικετη αργω περι πολλης εργασιας μη επεχε επι τουτοις περι πασης συμβουλιας

12 αλλ' η μετα ανδρος ευσεβους ενδελεχιζε ον αν επιγνως συντηρουντα εντολας ος εν τη ψυχη αυτου κατα την ψυχην σου και εαν πταισης συναλγησει σοι

13 και βουλην καρδιας στησον ου γαρ εστιν σοι πιστοτερος αυτης

14 ψυχη γαρ ανδρος απαγγελλειν ενιοτε ειωθεν η επτα σκοποι επι μετεωρου καθημενοι επι σκοπης

15 και επι πασι τουτοις δεηθητι υψιστου ινα ευθυνη εν αληθεια την οδον σου

16 αρχη παντος εργου λογος και προ πασης πραξεως βουλη

17 ιχνος αλλοιωσεως καρδιας τεσσαρα μερη ανατελλει

18 αγαθον και κακον ζωη και θανατος και η κυριευουσα ενδελεχως αυτων γλωσσα εστιν

19 εστιν ανηρ πανουργος πολλων παιδευτης και τη ιδια ψυχη εστιν αχρηστος

20 εστιν σοφιζομενος εν λογοις μισητος ουτος πασης τροφης καθυστερησει

21 ου γαρ εδοθη αυτω παρα κυριου χαρις οτι πασης σοφιας εστερηθη

22 εστιν σοφος τη ιδια ψυχη και οι καρποι της συνεσεως αυτου επι στοματος πιστοι

23 ανηρ σοφος τον εαυτου λαον παιδευσει και οι καρποι της συνεσεως αυτου πιστοι

24 ανηρ σοφος πλησθησεται ευλογιας και μακαριουσιν αυτον παντες οι ορωντες

25 ζωη ανδρος εν αριθμω ημερων και αι ημεραι του ισραηλ αναριθμητοι

26 ο σοφος εν τω λαω αυτου κληρονομησει πιστιν και το ονομα αυτου ζησεται εις τον αιωνα

27 τεκνον εν ζωη σου πειρασον την ψυχην σου και ιδε τι πονηρον αυτη και μη δως αυτη

28 ου γαρ παντα πασιν συμφερει και ου πασα ψυχη εν παντι ευδοκει

29 μη απληστευου εν παση τρυφη και μη εκχυθης επι εδεσματων

30 εν πολλοις γαρ βρωμασιν εσται νοσος και η απληστια εγγιει εως χολερας

31 δι' απληστιαν πολλοι ετελευτησαν ο δε προσεχων προσθησει ζωην

← Ecclesiasticus (Sira 36   Ecclesiasticus (Sira 38 →

Přeložit:
Sdílet: