Ecclesiasticus (Sira 36

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 35   Ecclesiasticus (Sira 37 →

1 ελεησον ημας δεσποτα ο θεος παντων και επιβλεψον και επιβαλε τον φοβον σου επι παντα τα εθνη

2 επαρον την χειρα σου επι εθνη αλλοτρια και ιδετωσαν την δυναστειαν σου

3 ωσπερ ενωπιον αυτων ηγιασθης εν ημιν ουτως ενωπιον ημων μεγαλυνθειης εν αυτοις

4 και επιγνωτωσαν σε καθαπερ και ημεις επεγνωμεν οτι ουκ εστιν θεος πλην σου κυριε

5 εγκαινισον σημεια και αλλοιωσον θαυμασια δοξασον χειρα και βραχιονα δεξιον

6 εγειρον θυμον και εκχεον οργην εξαρον αντιδικον και εκτριψον εχθρον

7 σπευσον καιρον και μνησθητι ορκισμου και εκδιηγησασθωσαν τα μεγαλεια σου

8 εν οργη πυρος καταβρωθητω ο σωζομενος και οι κακουντες τον λαον σου ευροισαν απωλειαν

9 συντριψον κεφαλας αρχοντων εχθρων λεγοντων ουκ εστιν πλην ημων

10 συναγαγε πασας φυλας ιακωβ και κατακληρονομησον αυτους καθως απ' αρχης

11 ελεησον λαον κυριε κεκλημενον επ' ονοματι σου και ισραηλ ον πρωτογονω ωμοιωσας

12 οικτιρησον πολιν αγιασματος σου ιερουσαλημ τοπον καταπαυματος σου

13 πλησον σιων αρεταλογιας σου και απο της δοξης σου τον λαον σου

14 δος μαρτυριον τοις εν αρχη κτισμασιν σου και εγειρον προφητειας τας επ' ονοματι σου

15 δος μισθον τοις υπομενουσιν σε και οι προφηται σου εμπιστευθητωσαν

16 εισακουσον κυριε δεησεως των ικετων σου κατα την ευλογιαν ααρων περι του λαου σου

17 και γνωσονται παντες οι επι της γης οτι κυριος ει ο θεος των αιωνων

18 παν βρωμα φαγεται κοιλια εστιν δε βρωμα βρωματος καλλιον

19 φαρυγξ γευεται βρωματα θηρας ουτως καρδια συνετη λογους ψευδεις

20 καρδια στρεβλη δωσει λυπην και ανθρωπος πολυπειρος ανταποδωσει αυτω

21 παντα αρρενα επιδεξεται γυνη εστιν δε θυγατηρ θυγατρος κρεισσων

22 καλλος γυναικος ιλαρυνει προσωπον και υπερ πασαν επιθυμιαν ανθρωπου υπεραγει

23 ει εστιν επι γλωσσης αυτης ελεος και πραυτης ουκ εστιν ο ανηρ αυτης καθ' υιους ανθρωπων

24 ο κτωμενος γυναικα εναρχεται κτησεως βοηθον κατ' αυτον και στυλον αναπαυσεως

25 ου ουκ εστιν φραγμος διαρπαγησεται κτημα και ου ουκ εστιν γυνη στεναξει πλανωμενος

26 τις γαρ πιστευσει ευζωνω ληστη αφαλλομενω εκ πολεως εις πολιν

27 ουτως ανθρωπω μη εχοντι νοσσιαν και καταλυοντι ου εαν οψιση

← Ecclesiasticus (Sira 35   Ecclesiasticus (Sira 37 →

Přeložit:
Sdílet: