Ecclesiasticus (Sira 35

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 34   Ecclesiasticus (Sira 36 →

1 ο συντηρων νομον πλεοναζει προσφορας θυσιαζων σωτηριου ο προσεχων εντολαις

2 ανταποδιδους χαριν προσφερων σεμιδαλιν και ο ποιων ελεημοσυνην θυσιαζων αινεσεως

3 ευδοκια κυριου αποστηναι απο πονηριας και εξιλασμος αποστηναι απο αδικιας

4 μη οφθης εν προσωπω κυριου κενος παντα γαρ ταυτα χαριν εντολης

5 προσφορα δικαιου λιπαινει θυσιαστηριον και η ευωδια αυτης εναντι υψιστου

6 θυσια ανδρος δικαιου δεκτη και το μνημοσυνον αυτης ουκ επιλησθησεται

7 εν αγαθω οφθαλμω δοξασον τον κυριον και μη σμικρυνης απαρχην χειρων σου

8 εν παση δοσει ιλαρωσον το προσωπον σου και εν ευφροσυνη αγιασον δεκατην

9 δος υψιστω κατα την δοσιν αυτου και εν αγαθω οφθαλμω καθ' ευρεμα χειρος

10 οτι κυριος ανταποδιδους εστιν και επταπλασια ανταποδωσει σοι

11 μη δωροκοπει ου γαρ προσδεξεται και μη επεχε θυσια αδικω

12 οτι κυριος κριτης εστιν και ουκ εστιν παρ' αυτω δοξα προσωπου

13 ου λημψεται προσωπον επι πτωχου και δεησιν ηδικημενου εισακουσεται

14 ου μη υπεριδη ικετειαν ορφανου και χηραν εαν εκχεη λαλιαν

15 ουχι δακρυα χηρας επι σιαγονα καταβαινει και η καταβοησις επι τω καταγαγοντι αυτα

16 θεραπευων εν ευδοκια δεχθησεται και η δεησις αυτου εως νεφελων συναψει

17 προσευχη ταπεινου νεφελας διηλθεν και εως συνεγγιση ου μη παρακληθη

18 και ου μη αποστη εως επισκεψηται ο υψιστος και κρινει δικαιοις και ποιησει κρισιν

19 και ο κυριος ου μη βραδυνη ουδε μη μακροθυμηση επ' αυτοις

20 εως αν συντριψη οσφυν ανελεημονων και τοις εθνεσιν ανταποδωσει εκδικησιν

21 εως εξαρη πληθος υβριστων και σκηπτρα αδικων συντριψει

22 εως ανταποδω ανθρωπω κατα τας πραξεις αυτου και τα εργα των ανθρωπων κατα τα ενθυμηματα αυτων

23 εως κρινη την κρισιν του λαου αυτου και ευφρανει αυτους εν τω ελεει αυτου

24 ωραιον ελεος εν καιρω θλιψεως αυτου ως νεφελαι υετου εν καιρω αβροχιας

← Ecclesiasticus (Sira 34   Ecclesiasticus (Sira 36 →

Přeložit:
Sdílet: