Ecclesiasticus (Sira 34

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 33   Ecclesiasticus (Sira 35 →

1 κεναι ελπιδες και ψευδεις ασυνετω ανδρι και ενυπνια αναπτερουσιν αφρονας

2 ως δρασσομενος σκιας και διωκων ανεμον ουτως ο επεχων ενυπνιοις

3 τουτο κατα τουτου ορασις ενυπνιων κατεναντι προσωπου ομοιωμα προσωπου

4 απο ακαθαρτου τι καθαρισθησεται και απο ψευδους τι αληθευσει

5 μαντειαι και οιωνισμοι και ενυπνια ματαια εστιν και ως ωδινουσης φανταζεται καρδια

6 εαν μη παρα υψιστου αποσταλη εν επισκοπη μη δως εις αυτα την καρδιαν σου

7 πολλους γαρ επλανησεν τα ενυπνια και εξεπεσον ελπιζοντες επ' αυτοις

8 ανευ ψευδους συντελεσθησεται νομος και σοφια στοματι πιστω τελειωσις

9 ανηρ πεπλανημενος εγνω πολλα και ο πολυπειρος εκδιηγησεται συνεσιν

10 ος ουκ επειραθη ολιγα οιδεν ο δε πεπλανημενος πληθυνει πανουργιαν

11 πολλα εωρακα εν τη αποπλανησει μου και πλειονα των λογων μου συνεσις μου

12 πλεονακις εως θανατου εκινδυνευσα και διεσωθην τουτων χαριν

13 πνευμα φοβουμενων κυριον ζησεται η γαρ ελπις αυτων επι τον σωζοντα αυτους

14 ο φοβουμενος κυριον ουδεν ευλαβηθησεται και ου μη δειλιαση οτι αυτος ελπις αυτου

15 φοβουμενου τον κυριον μακαρια η ψυχη τινι επεχει και τις αυτου στηριγμα

16 οι οφθαλμοι κυριου επι τους αγαπωντας αυτον υπερασπισμος δυναστειας και στηριγμα ισχυος σκεπη απο καυσωνος και σκεπη απο μεσημβριας φυλακη απο προσκομματος και βοηθεια απο πτωσεως

17 ανυψων ψυχην και φωτιζων οφθαλμους ιασιν διδους ζωην και ευλογιαν

18 θυσιαζων εξ αδικου προσφορα μεμωμημενη και ουκ εις ευδοκιαν δωρηματα ανομων

19 ουκ ευδοκει ο υψιστος εν προσφοραις ασεβων ουδε εν πληθει θυσιων εξιλασκεται αμαρτιας

20 θυων υιον εναντι του πατρος αυτου ο προσαγων θυσιαν εκ χρηματων πενητων

21 αρτος επιδεομενων ζωη πτωχων ο αποστερων αυτην ανθρωπος αιματων

22 φονευων τον πλησιον ο αφαιρουμενος εμβιωσιν και εκχεων αιμα ο αποστερων μισθον μισθιου

23 εις οικοδομων και εις καθαιρων τι ωφελησαν πλειον η κοπους

24 εις ευχομενος και εις καταρωμενος τινος φωνης εισακουσεται ο δεσποτης

25 βαπτιζομενος απο νεκρου και παλιν απτομενος αυτου τι ωφελησεν εν τω λουτρω αυτου

26 ουτως ανθρωπος νηστευων επι των αμαρτιων αυτου και παλιν πορευομενος και τα αυτα ποιων της προσευχης αυτου τις εισακουσεται και τι ωφελησεν εν τω ταπεινωθηναι αυτον

← Ecclesiasticus (Sira 33   Ecclesiasticus (Sira 35 →

Přeložit:
Sdílet: