Ecclesiasticus (Sira 33

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 32   Ecclesiasticus (Sira 34 →

1 τω φοβουμενω κυριον ουκ απαντησει κακον αλλ' εν πειρασμω και παλιν εξελειται

2 ανηρ σοφος ου μισησει νομον ο δε υποκρινομενος εν αυτω ως εν καταιγιδι πλοιον

3 ανθρωπος συνετος εμπιστευσει νομω και ο νομος αυτω πιστος ως ερωτημα δηλων

4 ετοιμασον λογον και ουτως ακουσθηση συνδησον παιδειαν και αποκριθητι

5 τροχος αμαξης σπλαγχνα μωρου και ως αξων στρεφομενος ο διαλογισμος αυτου

6 ιππος εις οχειαν ως φιλος μωκος υποκατω παντος επικαθημενου χρεμετιζει

7 δια τι ημερα ημερας υπερεχει και παν φως ημερας ενιαυτου αφ' ηλιου

8 εν γνωσει κυριου διεχωρισθησαν και ηλλοιωσεν καιρους και εορτας

9 απ' αυτων ανυψωσεν και ηγιασεν και εξ αυτων εθηκεν εις αριθμον ημερων

10 και ανθρωποι παντες απο εδαφους και εκ γης εκτισθη αδαμ

11 εν πληθει επιστημης κυριος διεχωρισεν αυτους και ηλλοιωσεν τας οδους αυτων

12 εξ αυτων ευλογησεν και ανυψωσεν και εξ αυτων ηγιασεν και προς αυτον ηγγισεν απ' αυτων κατηρασατο και εταπεινωσεν και ανεστρεψεν αυτους απο στασεως αυτων

13 ως πηλος κεραμεως εν χειρι αυτου πασαι αι οδοι αυτου κατα την ευδοκιαν αυτου ουτως ανθρωποι εν χειρι του ποιησαντος αυτους αποδουναι αυτοις κατα την κρισιν αυτου

14 απεναντι του κακου το αγαθον και απεναντι του θανατου η ζωη ουτως απεναντι ευσεβους αμαρτωλος

15 και ουτως εμβλεψον εις παντα τα εργα του υψιστου δυο δυο εν κατεναντι του ενος

16 καγω εσχατος ηγρυπνησα ως καλαμωμενος οπισω τρυγητων

17 εν ευλογια κυριου εφθασα και ως τρυγων επληρωσα ληνον

18 κατανοησατε οτι ουκ εμοι μονω εκοπιασα αλλα πασιν τοις ζητουσιν παιδειαν

19 ακουσατε μου μεγιστανες λαου και οι ηγουμενοι εκκλησιας ενωτισασθε

20 υιω και γυναικι αδελφω και φιλω μη δως εξουσιαν επι σε εν ζωη σου και μη δως ετερω τα χρηματα σου ινα μη μεταμεληθεις δεη περι αυτων

21 εως ετι ζης και πνοη εν σοι μη αλλαξης σεαυτον εν παση σαρκι

22 κρεισσον γαρ εστιν τα τεκνα δεηθηναι σου η σε εμβλεπειν εις χειρας υιων σου

23 εν πασι τοις εργοις σου γινου υπεραγων μη δως μωμον εν τη δοξη σου

24 εν ημερα συντελειας ημερων ζωης σου και εν καιρω τελευτης διαδος κληρονομιαν

25 χορτασματα και ραβδος και φορτια ονω αρτος και παιδεια και εργον οικετη

26 εργασαι εν παιδι και ευρησεις αναπαυσιν ανες χειρας αυτω και ζητησει ελευθεριαν

27 ζυγος και ιμας τραχηλον καμψουσιν και οικετη κακουργω στρεβλαι και βασανοι

28 εμβαλε αυτον εις εργασιαν ινα μη αργη πολλην γαρ κακιαν εδιδαξεν η αργια

29 εις εργα καταστησον καθως πρεπει αυτω καν μη πειθαρχη βαρυνον τας πεδας αυτου

30 και μη περισσευσης επι παση σαρκι και ανευ κρισεως μη ποιησης μηδεν

31 ει εστιν σοι οικετης εστω ως συ οτι εν αιματι εκτησω αυτον

32 ει εστιν σοι οικετης αγε αυτον ως αδελφον οτι ως η ψυχη σου επιδεησεις αυτω

33 εαν κακωσης αυτον και απαρας αποδρα εν ποια οδω ζητησεις αυτον

← Ecclesiasticus (Sira 32   Ecclesiasticus (Sira 34 →

Přeložit:
Sdílet: