Ecclesiasticus (Sira 32

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 31   Ecclesiasticus (Sira 33 →

1 ηγουμενον σε κατεστησαν μη επαιρου γινου εν αυτοις ως εις εξ αυτων φροντισον αυτων και ουτω καθισον

2 και πασαν την χρειαν σου ποιησας αναπεσε ινα ευφρανθης δι' αυτους και ευκοσμιας χαριν λαβης στεφανον

3 λαλησον πρεσβυτερε πρεπει γαρ σοι εν ακριβει επιστημη και μη εμποδισης μουσικα

4 οπου ακροαμα μη εκχεης λαλιαν και ακαιρως μη σοφιζου

5 σφραγις ανθρακος επι κοσμω χρυσω συγκριμα μουσικων εν συμποσιω οινου

6 εν κατασκευασματι χρυσω σφραγις σμαραγδου μελος μουσικων εφ' ηδει οινω

7 λαλησον νεανισκε ει χρεια σου μολις δις εαν επερωτηθης

8 κεφαλαιωσον λογον εν ολιγοις πολλα γινου ως γινωσκων και αμα σιωπων

9 εν μεσω μεγιστανων μη εξισαζου και ετερου λεγοντος μη πολλα αδολεσχει

10 προ βροντης κατασπευδει αστραπη και προ αισχυντηρου προελευσεται χαρις

11 εν ωρα εξεγειρου και μη ουραγει αποτρεχε εις οικον και μη ραθυμει

12 εκει παιζε και ποιει τα ενθυμηματα σου και μη αμαρτης λογω υπερηφανω

13 και επι τουτοις ευλογησον τον ποιησαντα σε και μεθυσκοντα σε απο των αγαθων αυτου

14 ο φοβουμενος κυριον εκδεξεται παιδειαν και οι ορθριζοντες ευρησουσιν ευδοκιαν

15 ο ζητων νομον εμπλησθησεται αυτου και ο υποκρινομενος σκανδαλισθησεται εν αυτω

16 οι φοβουμενοι κυριον ευρησουσιν κριμα και δικαιωματα ως φως εξαψουσιν

17 ανθρωπος αμαρτωλος εκκλινει ελεγμον και κατα το θελημα αυτου ευρησει συγκριμα

18 ανηρ βουλης ου μη παριδη διανοημα αλλοτριος και υπερηφανος ου καταπτηξει φοβον

19 ανευ βουλης μηθεν ποιησης και εν τω ποιησαι σε μη μεταμελου

20 εν οδω αντιπτωματος μη πορευου και μη προσκοψης εν λιθωδεσιν

21 μη πιστευσης εν οδω απροσκοπω

22 και απο των τεκνων σου φυλαξαι

23 εν παντι εργω πιστευε τη ψυχη σου και γαρ τουτο εστιν τηρησις εντολων

24 ο πιστευων νομω προσεχει εντολαις και ο πεποιθως κυριω ουκ ελαττωθησεται

← Ecclesiasticus (Sira 31   Ecclesiasticus (Sira 33 →

Přeložit:
Sdílet: