Ecclesiasticus (Sira 30

           

1 ο αγαπων τον υιον αυτου ενδελεχησει μαστιγας αυτω ινα ευφρανθη επ' εσχατων αυτου

2 ο παιδευων τον υιον αυτου ονησεται επ' αυτω και ανα μεσον γνωριμων επ' αυτω καυχησεται

3 ο διδασκων τον υιον αυτου παραζηλωσει τον εχθρον και εναντι φιλων επ' αυτω αγαλλιασεται

4 ετελευτησεν αυτου ο πατηρ και ως ουκ απεθανεν ομοιον γαρ αυτω κατελιπεν μετ' αυτον

5 εν τη ζωη αυτου ειδεν και ευφρανθη και εν τη τελευτη αυτου ουκ ελυπηθη

6 εναντιον εχθρων κατελιπεν εκδικον και τοις φιλοις ανταποδιδοντα χαριν

7 περιψυχων υιον καταδεσμευσει τραυματα αυτου και επι παση βοη ταραχθησεται σπλαγχνα αυτου

8 ιππος αδαμαστος εκβαινει σκληρος και υιος ανειμενος εκβαινει προαλης

9 τιθηνησον τεκνον και εκθαμβησει σε συμπαιξον αυτω και λυπησει σε

10 μη συγγελασης αυτω ινα μη συνοδυνηθης και επ' εσχατων γομφιασεις τους οδοντας σου

11 μη δως αυτω εξουσιαν εν νεοτητι

12 θλασον τας πλευρας αυτου ως εστιν νηπιος μηποτε σκληρυνθεις απειθηση σοι

13 παιδευσον τον υιον σου και εργασαι εν αυτω ινα μη εν τη ασχημοσυνη αυτου προσκοψης

14 κρεισσων πτωχος υγιης και ισχυων τη εξει η πλουσιος μεμαστιγωμενος εις σωμα αυτου

15 υγιεια και ευεξια βελτιων παντος χρυσιου και σωμα ευρωστον η ολβος αμετρητος

16 ουκ εστιν πλουτος βελτιων υγιειας σωματος και ουκ εστιν ευφροσυνη υπερ χαραν καρδιας

17 κρεισσων θανατος υπερ ζωην πικραν και αναπαυσις αιωνος η αρρωστημα εμμονον

18 αγαθα εκκεχυμενα επι στοματι κεκλεισμενω θεματα βρωματων παρακειμενα επι ταφω

19 τι συμφερει καρπωσις ειδωλω ουτε γαρ εδεται ουτε μη οσφρανθη ουτως ο εκδιωκομενος υπο κυριου

20 βλεπων εν οφθαλμοις και στεναζων ωσπερ ευνουχος περιλαμβανων παρθενον και στεναζων

21 μη δως εις λυπην την ψυχην σου και μη θλιψης σεαυτον εν βουλη σου

22 ευφροσυνη καρδιας ζωη ανθρωπου και αγαλλιαμα ανδρος μακροημερευσις

23 απατα την ψυχην σου και παρακαλει την καρδιαν σου και λυπην μακραν αποστησον απο σου πολλους γαρ απωλεσεν η λυπη και ουκ εστιν ωφελεια εν αυτη

24 ζηλος και θυμος ελαττουσιν ημερας και προ καιρου γηρας αγει μεριμνα

25 λαμπρα καρδια και αγαθη επι εδεσμασιν των βρωματων αυτης επιμελησεται

  


Přeložit: