Ecclesiasticus (Sira 29

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 28   Ecclesiasticus (Sira 30 →

1 ο ποιων ελεος δανιει τω πλησιον και ο επισχυων τη χειρι αυτου τηρει εντολας

2 δανεισον τω πλησιον εν καιρω χρειας αυτου και παλιν αποδος τω πλησιον εις τον καιρον

3 στερεωσον λογον και πιστωθητι μετ' αυτου και εν παντι καιρω ευρησεις την χρειαν σου

4 πολλοι ως ευρεμα ενομισαν δανος και παρεσχον κοπον τοις βοηθησασιν αυτοις

5 εως ου λαβη καταφιλησει χειρας αυτου και επι των χρηματων του πλησιον ταπεινωσει φωνην και εν καιρω αποδοσεως παρελκυσει χρονον και αποδωσει λογους ακηδιας και τον καιρον αιτιασεται

6 εαν ισχυση μολις κομισεται το ημισυ και λογιειται αυτο ως ευρεμα ει δε μη απεστερησεν αυτον των χρηματων αυτου και εκτησατο αυτον εχθρον δωρεαν καταρας και λοιδοριας αποδωσει αυτω και αντι δοξης αποδωσει αυτω ατιμιαν

7 πολλοι ου χαριν πονηριας απεστρεψαν αποστερηθηναι δωρεαν ευλαβηθησαν

8 πλην επι ταπεινω μακροθυμησον και επ' ελεημοσυνη μη παρελκυσης αυτον

9 χαριν εντολης αντιλαβου πενητος και κατα την ενδειαν αυτου μη αποστρεψης αυτον κενον

10 απολεσον αργυριον δι' αδελφον και φιλον και μη ιωθητω υπο τον λιθον εις απωλειαν

11 θες τον θησαυρον σου κατ' εντολας υψιστου και λυσιτελησει σοι μαλλον η το χρυσιον

12 συγκλεισον ελεημοσυνην εν τοις ταμιειοις σου και αυτη εξελειται σε εκ πασης κακωσεως

13 υπερ ασπιδα κρατους και υπερ δορυ ολκης κατεναντι εχθρου πολεμησει υπερ σου

14 ανηρ αγαθος εγγυησεται τον πλησιον και ο απολωλεκως αισχυνην εγκαταλειψει αυτον

15 χαριτας εγγυου μη επιλαθη εδωκεν γαρ την ψυχην αυτου υπερ σου

16 αγαθα εγγυου ανατρεψει αμαρτωλος και αχαριστος εν διανοια εγκαταλειψει ρυσαμενον

17 εγγυη πολλους απωλεσεν κατευθυνοντας και εσαλευσεν αυτους ως κυμα θαλασσης

18 ανδρας δυνατους απωκισεν και επλανηθησαν εν εθνεσιν αλλοτριοις

19 αμαρτωλος εμπεσων εις εγγυην και διωκων εργολαβιας εμπεσειται εις κρισεις

20 αντιλαβου του πλησιον κατα δυναμιν σου και προσεχε σεαυτω μη εμπεσης

21 αρχη ζωης υδωρ και αρτος και ιματιον και οικος καλυπτων ασχημοσυνην

22 κρεισσων βιος πτωχου υπο σκεπην δοκων η εδεσματα λαμπρα εν αλλοτριοις

23 επι μικρω και μεγαλω ευδοκιαν εχε και ονειδισμον παροικιας ου μη ακουσης

24 ζωη πονηρα εξ οικιας εις οικιαν και ου παροικησεις ουκ ανοιξεις στομα

25 ξενιεις και ποτιεις εις αχαριστα και προς επι τουτοις πικρα ακουση

26 παρελθε παροικε κοσμησον τραπεζαν και ει τι εν τη χειρι σου ψωμισον με

27 εξελθε παροικε απο προσωπου δοξης επεξενωται μοι ο αδελφος χρεια της οικιας

28 βαρεα ταυτα ανθρωπω εχοντι φρονησιν επιτιμησις οικιας και ονειδισμος δανειστου

← Ecclesiasticus (Sira 28   Ecclesiasticus (Sira 30 →

Přeložit:
Sdílet: