Ecclesiasticus (Sira 28

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 27   Ecclesiasticus (Sira 29 →

1 ο εκδικων παρα κυριου ευρησει εκδικησιν και τας αμαρτιας αυτου διατηρων διατηρησει

2 αφες αδικημα τω πλησιον σου και τοτε δεηθεντος σου αι αμαρτιαι σου λυθησονται

3 ανθρωπος ανθρωπω συντηρει οργην και παρα κυριου ζητει ιασιν

4 επ' ανθρωπον ομοιον αυτω ουκ εχει ελεος και περι των αμαρτιων αυτου δειται

5 αυτος σαρξ ων διατηρει μηνιν τις εξιλασεται τας αμαρτιας αυτου

6 μνησθητι τα εσχατα και παυσαι εχθραινων καταφθοραν και θανατον και εμμενε εντολαις

7 μνησθητι εντολων και μη μηνισης τω πλησιον και διαθηκην υψιστου και παριδε αγνοιαν

8 αποσχου απο μαχης και ελαττωσεις αμαρτιας ανθρωπος γαρ θυμωδης εκκαυσει μαχην

9 και ανηρ αμαρτωλος ταραξει φιλους και ανα μεσον ειρηνευοντων εμβαλει διαβολην

10 κατα την υλην του πυρος ουτως εκκαυθησεται και κατα την στερεωσιν της μαχης εκκαυθησεται κατα την ισχυν του ανθρωπου ο θυμος αυτου εσται και κατα τον πλουτον ανυψωσει οργην αυτου

11 ερις κατασπευδομενη εκκαιει πυρ και μαχη κατασπευδουσα εκχεει αιμα

12 εαν φυσησης εις σπινθηρα εκκαησεται και εαν πτυσης επ' αυτον σβεσθησεται και αμφοτερα εκ του στοματος σου εκπορευεται

13 ψιθυρον και διγλωσσον καταρασασθε πολλους γαρ ειρηνευοντας απωλεσεν

14 γλωσσα τριτη πολλους εσαλευσεν και διεστησεν αυτους απο εθνους εις εθνος και πολεις οχυρας καθειλεν και οικιας μεγιστανων κατεστρεψεν

15 γλωσσα τριτη γυναικας ανδρειας εξεβαλεν και εστερεσεν αυτας των πονων αυτων

16 ο προσεχων αυτη ου μη ευρη αναπαυσιν ουδε κατασκηνωσει μεθ' ησυχιας

17 πληγη μαστιγος ποιει μωλωπα πληγη δε γλωσσης συγκλασει οστα

18 πολλοι επεσαν εν στοματι μαχαιρας και ουχ ως οι πεπτωκοτες δια γλωσσαν

19 μακαριος ο σκεπασθεις απ' αυτης ος ου διηλθεν εν τω θυμω αυτης ος ουχ ειλκυσεν τον ζυγον αυτης και εν τοις δεσμοις αυτης ουκ εδεθη

20 ο γαρ ζυγος αυτης ζυγος σιδηρους και οι δεσμοι αυτης δεσμοι χαλκειοι

21 θανατος πονηρος ο θανατος αυτης και λυσιτελης μαλλον ο αδης αυτης

22 ου μη κρατηση ευσεβων και εν τη φλογι αυτης ου καησονται

23 οι καταλειποντες κυριον εμπεσουνται εις αυτην και εν αυτοις εκκαησεται και ου μη σβεσθη επαποσταλησεται αυτοις ως λεων και ως παρδαλις λυμανειται αυτους

24 ιδε περιφραξον το κτημα σου ακανθαις το αργυριον σου και το χρυσιον καταδησον

25 και τοις λογοις σου ποιησον ζυγον και σταθμον και τω στοματι σου ποιησον θυραν και μοχλον

26 προσεχε μηπως ολισθης εν αυτη μη πεσης κατεναντι ενεδρευοντος

← Ecclesiasticus (Sira 27   Ecclesiasticus (Sira 29 →

Přeložit:
Sdílet: