Ecclesiasticus (Sira 24

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 23   Ecclesiasticus (Sira 25 →

1 η σοφια αινεσει ψυχην αυτης και εν μεσω λαου αυτης καυχησεται

2 εν εκκλησια υψιστου στομα αυτης ανοιξει και εναντι δυναμεως αυτου καυχησεται

3 εγω απο στοματος υψιστου εξηλθον και ως ομιχλη κατεκαλυψα γην

4 εγω εν υψηλοις κατεσκηνωσα και ο θρονος μου εν στυλω νεφελης

5 γυρον ουρανου εκυκλωσα μονη και εν βαθει αβυσσων περιεπατησα

6 εν κυμασιν θαλασσης και εν παση τη γη και εν παντι λαω και εθνει εκτησαμην

7 μετα τουτων παντων αναπαυσιν εζητησα και εν κληρονομια τινος αυλισθησομαι

8 τοτε ενετειλατο μοι ο κτιστης απαντων και ο κτισας με κατεπαυσεν την σκηνην μου και ειπεν εν ιακωβ κατασκηνωσον και εν ισραηλ κατακληρονομηθητι

9 προ του αιωνος απ' αρχης εκτισεν με και εως αιωνος ου μη εκλιπω

10 εν σκηνη αγια ενωπιον αυτου ελειτουργησα και ουτως εν σιων εστηριχθην

11 εν πολει ηγαπημενη ομοιως με κατεπαυσεν και εν ιερουσαλημ η εξουσια μου

12 και ερριζωσα εν λαω δεδοξασμενω εν μεριδι κυριου κληρονομιας αυτου

13 ως κεδρος ανυψωθην εν τω λιβανω και ως κυπαρισσος εν ορεσιν αερμων

14 ως φοινιξ ανυψωθην εν αιγγαδοις και ως φυτα ροδου εν ιεριχω ως ελαια ευπρεπης εν πεδιω και ανυψωθην ως πλατανος

15 ως κινναμωμον και ασπαλαθος αρωματων δεδωκα οσμην και ως σμυρνα εκλεκτη διεδωκα ευωδιαν ως χαλβανη και ονυξ και στακτη και ως λιβανου ατμις εν σκηνη

16 εγω ως τερεμινθος εξετεινα κλαδους μου και οι κλαδοι μου κλαδοι δοξης και χαριτος

17 εγω ως αμπελος εβλαστησα χαριν και τα ανθη μου καρπος δοξης και πλουτου

19 προσελθετε προς με οι επιθυμουντες μου και απο των γενηματων μου εμπλησθητε

20 το γαρ μνημοσυνον μου υπερ το μελι γλυκυ και η κληρονομια μου υπερ μελιτος κηριον

21 οι εσθιοντες με ετι πεινασουσιν και οι πινοντες με ετι διψησουσιν

22 ο υπακουων μου ουκ αισχυνθησεται και οι εργαζομενοι εν εμοι ουχ αμαρτησουσιν

23 ταυτα παντα βιβλος διαθηκης θεου υψιστου νομον ον ενετειλατο ημιν μωυσης κληρονομιαν συναγωγαις ιακωβ

25 ο πιμπλων ως φισων σοφιαν και ως τιγρις εν ημεραις νεων

26 ο αναπληρων ως ευφρατης συνεσιν και ως ιορδανης εν ημεραις θερισμου

27 ο εκφαινων ως φως παιδειαν ως γηων εν ημεραις τρυγητου

28 ου συνετελεσεν ο πρωτος γνωναι αυτην και ουτως ο εσχατος ουκ εξιχνιασεν αυτην

29 απο γαρ θαλασσης επληθυνθη διανοημα αυτης και η βουλη αυτης απο αβυσσου μεγαλης

30 καγω ως διωρυξ απο ποταμου και ως υδραγωγος εξηλθον εις παραδεισον

31 ειπα ποτιω μου τον κηπον και μεθυσω μου την πρασιαν και ιδου εγενετο μοι η διωρυξ εις ποταμον και ο ποταμος μου εγενετο εις θαλασσαν

32 ετι παιδειαν ως ορθρον φωτιω και εκφανω αυτα εως εις μακραν

33 ετι διδασκαλιαν ως προφητειαν εκχεω και καταλειψω αυτην εις γενεας αιωνων

34 ιδετε οτι ουκ εμοι μονω εκοπιασα αλλ' απασιν τοις εκζητουσιν αυτην

← Ecclesiasticus (Sira 23   Ecclesiasticus (Sira 25 →

Přeložit:
Sdílet: