Ecclesiasticus (Sira 23

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 22   Ecclesiasticus (Sira 24 →

1 κυριε πατερ και δεσποτα ζωης μου μη εγκαταλιπης με εν βουλη αυτων μη αφης με πεσειν εν αυτοις

2 τις επιστησει επι του διανοηματος μου μαστιγας και επι της καρδιας μου παιδειαν σοφιας ινα επι τοις αγνοημασιν μου μη φεισωνται και ου μη παρη τα αμαρτηματα αυτων

3 οπως μη πληθυνθωσιν αι αγνοιαι μου και αι αμαρτιαι μου πλεονασωσιν και πεσουμαι εναντι των υπεναντιων και επιχαρειται μοι ο εχθρος μου

4 κυριε πατερ και θεε ζωης μου μετεωρισμον οφθαλμων μη δως μοι

5 και επιθυμιαν αποστρεψον απ' εμου

6 κοιλιας ορεξις και συνουσιασμος μη καταλαβετωσαν με και ψυχη αναιδει μη παραδως με

7 παιδειαν στοματος ακουσατε τεκνα και ο φυλασσων ου μη αλω

8 εν τοις χειλεσιν αυτου καταληφθησεται αμαρτωλος και λοιδορος και υπερηφανος σκανδαλισθησονται εν αυτοις

9 ορκω μη εθισης το στομα σου και ονομασια του αγιου μη συνεθισθης

10 ωσπερ γαρ οικετης εξεταζομενος ενδελεχως απο μωλωπος ουκ ελαττωθησεται ουτως και ο ομνυων και ονομαζων δια παντος απο αμαρτιας ου μη καθαρισθη

11 ανηρ πολυορκος πλησθησεται ανομιας και ουκ αποστησεται απο του οικου αυτου μαστιξ εαν πλημμεληση αμαρτια αυτου επ' αυτω καν υπεριδη ημαρτεν δισσως και ει δια κενης ωμοσεν ου δικαιωθησεται πλησθησεται γαρ επαγωγων ο οικος αυτου

12 εστιν λεξις αντιπαραβεβλημενη θανατω μη ευρεθητω εν κληρονομια ιακωβ απο γαρ ευσεβων ταυτα παντα αποστησεται και εν αμαρτιαις ουκ εγκυλισθησονται

13 απαιδευσιαν ασυρη μη συνεθισης το στομα σου εστιν γαρ εν αυτη λογος αμαρτιας

14 μνησθητι πατρος και μητρος σου ανα μεσον γαρ μεγιστανων συνεδρευεις μηποτε επιλαθη ενωπιον αυτων και τω εθισμω σου μωρανθης και θελησεις ει μη εγεννηθης και την ημεραν του τοκετου σου καταραση

15 ανθρωπος συνεθιζομενος λογοις ονειδισμου εν πασαις ταις ημεραις αυτου ου μη παιδευθη

16 δυο ειδη πληθυνουσιν αμαρτιας και το τριτον επαξει οργην

17 ψυχη θερμη ως πυρ καιομενον ου μη σβεσθη εως αν καταποθη ανθρωπος πορνος εν σωματι σαρκος αυτου ου μη παυσηται εως αν εκκαυση πυρ ανθρωπω πορνω πας αρτος ηδυς ου μη κοπαση εως αν τελευτηση

18 ανθρωπος παραβαινων απο της κλινης αυτου λεγων εν τη ψυχη αυτου τις με ορα σκοτος κυκλω μου και οι τοιχοι με καλυπτουσιν και ουθεις με ορα τι ευλαβουμαι των αμαρτιων μου ου μη μνησθησεται ο υψιστος

19 και οφθαλμοι ανθρωπων ο φοβος αυτου και ουκ εγνω οτι οφθαλμοι κυριου μυριοπλασιως ηλιου φωτεινοτεροι επιβλεποντες πασας οδους ανθρωπων και κατανοουντες εις αποκρυφα μερη

20 πριν η κτισθηναι τα παντα εγνωσται αυτω ουτως και μετα το συντελεσθηναι

21 ουτος εν πλατειαις πολεως εκδικηθησεται και ου ουχ υπενοησεν πιασθησεται

22 ουτως και γυνη καταλιπουσα τον ανδρα και παριστωσα κληρονομον εξ αλλοτριου

23 πρωτον μεν γαρ εν νομω υψιστου ηπειθησεν και δευτερον εις ανδρα αυτης επλημμελησεν και το τριτον εν πορνεια εμοιχευθη και εξ αλλοτριου ανδρος τεκνα παρεστησεν

24 αυτη εις εκκλησιαν εξαχθησεται και επι τα τεκνα αυτης επισκοπη εσται

25 ου διαδωσουσιν τα τεκνα αυτης εις ριζαν και οι κλαδοι αυτης ουκ οισουσιν καρπον

26 καταλειψει εις καταραν το μνημοσυνον αυτης και το ονειδος αυτης ουκ εξαλειφθησεται

27 και επιγνωσονται οι καταλειφθεντες οτι ουθεν κρειττον φοβου κυριου και ουθεν γλυκυτερον του προσεχειν εντολαις κυριου

← Ecclesiasticus (Sira 22   Ecclesiasticus (Sira 24 →

Přeložit:
Sdílet: