Ecclesiasticus (Sira 2

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 1   Ecclesiasticus (Sira 3 →

1 τεκνον ει προσερχη δουλευειν κυριω ετοιμασον την ψυχην σου εις πειρασμον

2 ευθυνον την καρδιαν σου και καρτερησον και μη σπευσης εν καιρω επαγωγης

3 κολληθητι αυτω και μη αποστης ινα αυξηθης επ' εσχατων σου

4 παν ο εαν επαχθη σοι δεξαι και εν αλλαγμασιν ταπεινωσεως σου μακροθυμησον

5 οτι εν πυρι δοκιμαζεται χρυσος και ανθρωποι δεκτοι εν καμινω ταπεινωσεως

6 πιστευσον αυτω και αντιλημψεται σου ευθυνον τας οδους σου και ελπισον επ' αυτον

7 οι φοβουμενοι τον κυριον αναμεινατε το ελεος αυτου και μη εκκλινητε ινα μη πεσητε

8 οι φοβουμενοι κυριον πιστευσατε αυτω και ου μη πταιση ο μισθος υμων

9 οι φοβουμενοι κυριον ελπισατε εις αγαθα και εις ευφροσυνην αιωνος και ελεος

10 εμβλεψατε εις αρχαιας γενεας και ιδετε τις ενεπιστευσεν κυριω και κατησχυνθη η τις ενεμεινεν τω φοβω αυτου και εγκατελειφθη η τις επεκαλεσατο αυτον και υπερειδεν αυτον

11 διοτι οικτιρμων και ελεημων ο κυριος και αφιησιν αμαρτιας και σωζει εν καιρω θλιψεως

12 ουαι καρδιαις δειλαις και χερσιν παρειμεναις και αμαρτωλω επιβαινοντι επι δυο τριβους

13 ουαι καρδια παρειμενη οτι ου πιστευει δια τουτο ου σκεπασθησεται

14 ουαι υμιν τοις απολωλεκοσιν την υπομονην και τι ποιησετε οταν επισκεπτηται ο κυριος

15 οι φοβουμενοι κυριον ουκ απειθησουσιν ρηματων αυτου και οι αγαπωντες αυτον συντηρησουσιν τας οδους αυτου

16 οι φοβουμενοι κυριον ζητησουσιν ευδοκιαν αυτου και οι αγαπωντες αυτον εμπλησθησονται του νομου

17 οι φοβουμενοι κυριον ετοιμασουσιν καρδιας αυτων και ενωπιον αυτου ταπεινωσουσιν τας ψυχας αυτων

18 εμπεσουμεθα εις χειρας κυριου και ουκ εις χειρας ανθρωπων ως γαρ η μεγαλωσυνη αυτου ουτως και το ελεος αυτου

← Ecclesiasticus (Sira 1   Ecclesiasticus (Sira 3 →

Přeložit:
Sdílet: