Ecclesiasticus (Sira 19

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 18   Ecclesiasticus (Sira 20 →

1 εργατης μεθυσος ου πλουτισθησεται ο εξουθενων τα ολιγα κατα μικρον πεσειται

2 οινος και γυναικες αποστησουσιν συνετους και ο κολλωμενος πορναις τολμηροτερος εσται

3 σηπη και σκωληκες κληρονομησουσιν αυτον και ψυχη τολμηρα εξαρθησεται

4 ο ταχυ εμπιστευων κουφος καρδια και ο αμαρτανων εις ψυχην αυτου πλημμελησει

5 ο ευφραινομενος καρδια καταγνωσθησεται

6 και ο μισων λαλιαν ελαττονουται κακια

7 μηδεποτε δευτερωσης λογον και ουθεν σοι ου μη ελαττονωθη

8 εν φιλω και εχθρω μη διηγου και ει μη εστιν σοι αμαρτια μη αποκαλυπτε

9 ακηκοεν γαρ σου και εφυλαξατο σε και εν καιρω μισησει σε

10 ακηκοας λογον συναποθανετω σοι θαρσει ου μη σε ρηξει

11 απο προσωπου λογου ωδινησει μωρος ως απο προσωπου βρεφους η τικτουσα

12 βελος πεπηγος εν μηρω σαρκος ουτως λογος εν κοιλια μωρου

13 ελεγξον φιλον μηποτε ουκ εποιησεν και ει τι εποιησεν μηποτε προσθη

14 ελεγξον τον πλησιον μηποτε ουκ ειπεν και ει ειρηκεν ινα μη δευτερωση

15 ελεγξον φιλον πολλακις γαρ γινεται διαβολη και μη παντι λογω πιστευε

16 εστιν ολισθανων και ουκ απο ψυχης και τις ουχ ημαρτεν εν τη γλωσση αυτου

17 ελεγξον τον πλησιον σου πριν η απειλησαι και δος τοπον νομω υψιστου

20 πασα σοφια φοβος κυριου και εν παση σοφια ποιησις νομου

22 και ουκ εστιν σοφια πονηριας επιστημη και ουκ εστιν οπου βουλη αμαρτωλων φρονησις

23 εστιν πανουργια και αυτη βδελυγμα και εστιν αφρων ελαττουμενος σοφια

24 κρειττων ηττωμενος εν συνεσει εμφοβος η περισσευων εν φρονησει και παραβαινων νομον

25 εστιν πανουργια ακριβης και αυτη αδικος και εστιν διαστρεφων χαριν του εκφαναι κριμα

26 εστιν πονηρευομενος συγκεκυφως μελανια και τα εντος αυτου πληρη δολου

27 συγκρυφων προσωπον και εθελοκωφων οπου ουκ επεγνωσθη προφθασει σε

28 και εαν υπο ελαττωματος ισχυος κωλυθη αμαρτειν εαν ευρη καιρον κακοποιησει

29 απο ορασεως επιγνωσθησεται ανηρ και απο απαντησεως προσωπου επιγνωσθησεται νοημων

30 στολισμος ανδρος και γελως οδοντων και βηματα ανθρωπου αναγγελει τα περι αυτου

← Ecclesiasticus (Sira 18   Ecclesiasticus (Sira 20 →

Přeložit:
Sdílet: