Ecclesiasticus (Sira 18

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 17   Ecclesiasticus (Sira 19 →

1 ο ζων εις τον αιωνα εκτισεν τα παντα κοινη

2 κυριος μονος δικαιωθησεται

4 ουθενι εξεποιησεν εξαγγειλαι τα εργα αυτου και τις εξιχνευσει τα μεγαλεια αυτου

5 κρατος μεγαλωσυνης αυτου τις εξαριθμησεται και τις προσθησει εκδιηγησασθαι τα ελεη αυτου

6 ουκ εστιν ελαττωσαι ουδε προσθειναι και ουκ εστιν εξιχνιασαι τα θαυμασια του κυριου

7 οταν συντελεση ανθρωπος τοτε αρχεται και οταν παυσηται τοτε απορηθησεται

8 τι ανθρωπος και τι η χρησις αυτου τι το αγαθον αυτου και τι το κακον αυτου

9 αριθμος ημερων ανθρωπου πολλα ετη εκατον

10 ως σταγων υδατος απο θαλασσης και ψηφος αμμου ουτως ολιγα ετη εν ημερα αιωνος

11 δια τουτο εμακροθυμησεν κυριος επ' αυτοις και εξεχεεν επ' αυτους το ελεος αυτου

12 ειδεν και επεγνω την καταστροφην αυτων οτι πονηρα δια τουτο επληθυνεν τον εξιλασμον αυτου

13 ελεος ανθρωπου επι τον πλησιον αυτου ελεος δε κυριου επι πασαν σαρκα ελεγχων και παιδευων και διδασκων και επιστρεφων ως ποιμην το ποιμνιον αυτου

14 τους εκδεχομενους παιδειαν ελεα και τους κατασπευδοντας επι τα κριματα αυτου

15 τεκνον εν αγαθοις μη δως μωμον και εν παση δοσει λυπην λογων

16 ουχι καυσωνα αναπαυσει δροσος ουτως κρεισσων λογος η δοσις

17 ουκ ιδου λογος υπερ δομα αγαθον και αμφοτερα παρα ανδρι κεχαριτωμενω

18 μωρος αχαριστως ονειδιει και δοσις βασκανου εκτηκει οφθαλμους

19 πριν η λαλησαι μανθανε και προ αρρωστιας θεραπευου

20 προ κρισεως εξεταζε σεαυτον και εν ωρα επισκοπης ευρησεις εξιλασμον

21 πριν αρρωστησαι σε ταπεινωθητι και εν καιρω αμαρτηματων δειξον επιστροφην

22 μη εμποδισθης του αποδουναι ευχην ευκαιρως και μη μεινης εως θανατου δικαιωθηναι

23 πριν ευξασθαι ετοιμασον σεαυτον και μη γινου ως ανθρωπος πειραζων τον κυριον

24 μνησθητι θυμου εν ημεραις τελευτης και καιρον εκδικησεως εν αποστροφη προσωπου

25 μνησθητι καιρον λιμου εν καιρω πλησμονης πτωχειαν και ενδειαν εν ημεραις πλουτου

26 απο πρωιθεν εως εσπερας μεταβαλλει καιρος και παντα εστιν ταχινα εναντι κυριου

27 ανθρωπος σοφος εν παντι ευλαβηθησεται και εν ημεραις αμαρτιων προσεξει απο πλημμελειας

28 πας συνετος εγνω σοφιαν και τω ευροντι αυτην δωσει εξομολογησιν

29 συνετοι εν λογοις και αυτοι εσοφισαντο και ανωμβρησαν παροιμιας ακριβεις

30 οπισω των επιθυμιων σου μη πορευου και απο των ορεξεων σου κωλυου

31 εαν χορηγησης τη ψυχη σου ευδοκιαν επιθυμιας ποιησει σε επιχαρμα των εχθρων σου

32 μη ευφραινου επι πολλη τρυφη μη προσδεθης συμβολη αυτης

33 μη γινου πτωχος συμβολοκοπων εκ δανεισμου και ουδεν σοι εστιν εν μαρσιππιω

← Ecclesiasticus (Sira 17   Ecclesiasticus (Sira 19 →

Přeložit:
Sdílet: