Ecclesiasticus (Sira 16

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 15   Ecclesiasticus (Sira 17 →

1 μη επιθυμει τεκνων πληθος αχρηστων μηδε ευφραινου επι υιοις ασεβεσιν

2 εαν πληθυνωσιν μη ευφραινου επ' αυτοις ει μη εστιν φοβος κυριου μετ' αυτων

3 μη εμπιστευσης τη ζωη αυτων και μη επεχε επι το πληθος αυτων κρεισσων γαρ εις η χιλιοι και αποθανειν ατεκνον η εχειν τεκνα ασεβη

4 απο γαρ ενος συνετου συνοικισθησεται πολις φυλη δε ανομων ερημωθησεται

5 πολλα τοιαυτα εορακεν ο οφθαλμος μου και ισχυροτερα τουτων ακηκοεν το ους μου

6 εν συναγωγη αμαρτωλων εκκαυθησεται πυρ και εν εθνει απειθει εξεκαυθη οργη

7 ουκ εξιλασατο περι των αρχαιων γιγαντων οι απεστησαν τη ισχυι αυτων

8 ουκ εφεισατο περι της παροικιας λωτ ους εβδελυξατο δια την υπερηφανιαν αυτων

9 ουκ ηλεησεν εθνος απωλειας τους εξηρμενους εν αμαρτιαις αυτων

10 και ουτως εξακοσιας χιλιαδας πεζων τους επισυναχθεντας εν σκληροκαρδια αυτων

11 καν η εις σκληροτραχηλος θαυμαστον τουτο ει αθωωθησεται ελεος γαρ και οργη παρ' αυτω δυναστης εξιλασμων και εκχεων οργην

12 κατα το πολυ ελεος αυτου ουτως και πολυς ο ελεγχος αυτου ανδρα κατα τα εργα αυτου κρινει

13 ουκ εκφευξεται εν αρπαγματι αμαρτωλος και ου μη καθυστερησει υπομονη ευσεβους

14 παση ελεημοσυνη ποιησει τοπον εκαστος κατα τα εργα αυτου ευρησει

17 μη ειπης οτι απο κυριου κρυβησομαι και εξ υψους τις μου μνησθησεται εν λαω πλειονι ου μη γνωσθω τις γαρ η ψυχη μου εν αμετρητω κτισει

18 ιδου ο ουρανος και ο ουρανος του ουρανου αβυσσος και γη εν τη επισκοπη αυτου σαλευθησονται

19 αμα τα ορη και τα θεμελια της γης εν τω επιβλεψαι εις αυτα τρομω συσσειονται

20 και επ' αυτοις ου διανοηθησεται καρδια και τας οδους αυτου τις ενθυμηθησεται

21 και καταιγις ην ουκ οψεται ανθρωπος τα δε πλειονα των εργων αυτου εν αποκρυφοις

22 εργα δικαιοσυνης τις αναγγελει η τις υπομενει μακραν γαρ η διαθηκη

23 ελαττουμενος καρδια διανοειται ταυτα και ανηρ αφρων και πλανωμενος διανοειται μωρα

24 ακουσον μου τεκνον και μαθε επιστημην και επι των λογων μου προσεχε τη καρδια σου

25 εκφανω εν σταθμω παιδειαν και εν ακριβεια απαγγελω επιστημην

26 εν κρισει κυριου τα εργα αυτου απ' αρχης και απο ποιησεως αυτων διεστειλεν μεριδας αυτων

27 εκοσμησεν εις αιωνα τα εργα αυτου και τας αρχας αυτων εις γενεας αυτων ουτε επεινασαν ουτε εκοπιασαν και ουκ εξελιπον απο των εργων αυτων

28 εκαστος τον πλησιον αυτου ουκ εξεθλιψεν και εως αιωνος ουκ απειθησουσιν του ρηματος αυτου

29 και μετα ταυτα κυριος εις την γην επεβλεψεν και ενεπλησεν αυτην των αγαθων αυτου

30 ψυχη παντος ζωου εκαλυψεν το προσωπον αυτης και εις αυτην η αποστροφη αυτων

← Ecclesiasticus (Sira 15   Ecclesiasticus (Sira 17 →

Přeložit:
Sdílet: