Ecclesiasticus (Sira 14

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 13   Ecclesiasticus (Sira 15 →

1 μακαριος ανηρ ος ουκ ωλισθησεν εν τω στοματι αυτου και ου κατενυγη εν λυπη αμαρτιων

2 μακαριος ου ου κατεγνω η ψυχη αυτου και ος ουκ επεσεν απο της ελπιδος αυτου

3 ανδρι μικρολογω ου καλος ο πλουτος και ανθρωπω βασκανω ινα τι χρηματα

4 ο συναγων απο της ψυχης αυτου συναγει αλλοις και εν τοις αγαθοις αυτου τρυφησουσιν ετεροι

5 ο πονηρος εαυτω τινι αγαθος εσται και ου μη ευφρανθησεται εν τοις χρημασιν αυτου

6 του βασκαινοντος εαυτον ουκ εστιν πονηροτερος και τουτο ανταποδομα της κακιας αυτου

7 καν ευ ποιη εν ληθη ποιει και επ' εσχατων εκφαινει την κακιαν αυτου

8 πονηρος ο βασκαινων οφθαλμω αποστρεφων προσωπον και υπερορων ψυχας

9 πλεονεκτου οφθαλμος ουκ εμπιπλαται μεριδι και αδικια πονηρα αναξηραινει ψυχην

10 οφθαλμος πονηρος φθονερος επ' αρτω και ελλιπης επι της τραπεζης αυτου

11 τεκνον καθως εαν εχης ευ ποιει σεαυτον και προσφορας κυριω αξιως προσαγε

12 μνησθητι οτι θανατος ου χρονιει και διαθηκη αδου ουχ υπεδειχθη σοι

13 πριν σε τελευτησαι ευ ποιει φιλω και κατα την ισχυν σου εκτεινον και δος αυτω

14 μη αφυστερησης απο αγαθης ημερας και μερις επιθυμιας αγαθης μη σε παρελθατω

15 ουχι ετερω καταλειψεις τους πονους σου και τους κοπους σου εις διαιρεσιν κληρου

16 δος και λαβε και απατησον την ψυχην σου οτι ουκ εστιν εν αδου ζητησαι τρυφην

17 πασα σαρξ ως ιματιον παλαιουται η γαρ διαθηκη απ' αιωνος θανατω αποθανη

18 ως φυλλον θαλλον επι δενδρου δασεος τα μεν καταβαλλει αλλα δε φυει ουτως γενεα σαρκος και αιματος η μεν τελευτα ετερα δε γενναται

19 παν εργον σηπομενον εκλειπει και ο εργαζομενος αυτο μετ' αυτου απελευσεται

20 μακαριος ανηρ ος εν σοφια μελετησει και ος εν συνεσει αυτου διαλεχθησεται

21 ο διανοουμενος τας οδους αυτης εν καρδια αυτου και εν τοις αποκρυφοις αυτης εννοηθησεται

22 εξελθε οπισω αυτης ως ιχνευτης και εν ταις οδοις αυτης ενεδρευε

23 ο παρακυπτων δια των θυριδων αυτης και επι των θυρωματων αυτης ακροασεται

24 ο καταλυων συνεγγυς του οικου αυτης και πηξει πασσαλον εν τοις τοιχοις αυτης

25 στησει την σκηνην αυτου κατα χειρας αυτης και καταλυσει εν καταλυματι αγαθων

26 θησει τα τεκνα αυτου εν τη σκεπη αυτης και υπο τους κλαδους αυτης αυλισθησεται

27 σκεπασθησεται υπ' αυτης απο καυματος και εν τη δοξη αυτης καταλυσει

← Ecclesiasticus (Sira 13   Ecclesiasticus (Sira 15 →

Přeložit:
Sdílet: