Ecclesiasticus (Sira 13

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 12   Ecclesiasticus (Sira 14 →

1 ο απτομενος πισσης μολυνθησεται και ο κοινωνων υπερηφανω ομοιωθησεται αυτω

2 βαρος υπερ σε μη αρης και ισχυροτερω σου και πλουσιωτερω μη κοινωνει τι κοινωνησει χυτρα προς λεβητα αυτη προσκρουσει και αυτη συντριβησεται

3 πλουσιος ηδικησεν και αυτος προσενεβριμησατο πτωχος ηδικηται και αυτος προσδεηθησεται

4 εαν χρησιμευσης εργαται εν σοι και εαν υστερησης καταλειψει σε

5 εαν εχης συμβιωσεται σοι και αποκενωσει σε και αυτος ου πονεσει

6 χρειαν εσχηκεν σου και αποπλανησει σε και προσγελασεται σοι και δωσει σοι ελπιδα λαλησει σοι καλα και ερει τις η χρεια σου

7 και αισχυνει σε εν τοις βρωμασιν αυτου εως ου αποκενωση σε δις η τρις και επ' εσχατων καταμωκησεται σου μετα ταυτα οψεται σε και καταλειψει σε και την κεφαλην αυτου κινησει επι σοι

8 προσεχε μη αποπλανηθης και μη ταπεινωθης εν αφροσυνη σου

9 προσκαλεσαμενου σε δυναστου υποχωρων γινου και τοσω μαλλον σε προσκαλεσεται

10 μη εμπιπτε μη απωσθης και μη μακραν αφιστω ινα μη επιλησθης

11 μη επεχε ισηγορεισθαι μετ' αυτου και μη πιστευε τοις πλειοσιν λογοις αυτου εκ πολλης γαρ λαλιας πειρασει σε και ως προσγελων εξετασει σε

12 ανελεημων ο μη συντηρων λογους και ου μη φεισηται περι κακωσεως και δεσμων

13 συντηρησον και προσεχε σφοδρως οτι μετα της πτωσεως σου περιπατεις

15 παν ζωον αγαπα το ομοιον αυτω και πας ανθρωπος τον πλησιον αυτου

16 πασα σαρξ κατα γενος συναγεται και τω ομοιω αυτου προσκολληθησεται ανηρ

17 τι κοινωνησει λυκος αμνω ουτως αμαρτωλος προς ευσεβη

18 τις ειρηνη υαινη προς κυνα και τις ειρηνη πλουσιω προς πενητα

19 κυνηγια λεοντων οναγροι εν ερημω ουτως νομαι πλουσιων πτωχοι

20 βδελυγμα υπερηφανω ταπεινοτης ουτως βδελυγμα πλουσιω πτωχος

21 πλουσιος σαλευομενος στηριζεται υπο φιλων ταπεινος δε πεσων προσαπωθειται υπο φιλων

22 πλουσιου σφαλεντος πολλοι αντιλημπτορες ελαλησεν απορρητα και εδικαιωσαν αυτον ταπεινος εσφαλεν και προσεπετιμησαν αυτω εφθεγξατο συνεσιν και ουκ εδοθη αυτω τοπος

23 πλουσιος ελαλησεν και παντες εσιγησαν και τον λογον αυτου ανυψωσαν εως των νεφελων πτωχος ελαλησεν και ειπαν τις ουτος καν προσκοψη προσανατρεψουσιν αυτον

24 αγαθος ο πλουτος ω μη εστιν αμαρτια και πονηρα η πτωχεια εν στοματι ασεβους

25 καρδια ανθρωπου αλλοιοι το προσωπον αυτου εαν τε εις αγαθα εαν τε εις κακα

26 ιχνος καρδιας εν αγαθοις προσωπον ιλαρον και ευρεσις παραβολων διαλογισμοι μετα κοπων

← Ecclesiasticus (Sira 12   Ecclesiasticus (Sira 14 →

Přeložit:
Sdílet: