Ecclesiasticus (Sira 11

Greek OT: LXX [A] Unaccented

← Ecclesiasticus (Sira 10   Ecclesiasticus (Sira 12 →

1 σοφια ταπεινου ανυψωσει κεφαλην αυτου και εν μεσω μεγιστανων καθισει αυτον

2 μη αινεσης ανδρα εν καλλει αυτου και μη βδελυξη ανθρωπον εν ορασει αυτου

3 μικρα εν πετεινοις μελισσα και αρχη γλυκασματων ο καρπος αυτης

4 εν περιβολη ιματιων μη καυχηση και εν ημερα δοξης μη επαιρου οτι θαυμαστα τα εργα κυριου και κρυπτα τα εργα αυτου ανθρωποις

5 πολλοι τυραννοι εκαθισαν επι εδαφους ο δε ανυπονοητος εφορεσεν διαδημα

6 πολλοι δυνασται ητιμασθησαν σφοδρα και ενδοξοι παρεδοθησαν εις χειρας ετερων

7 πριν εξετασης μη μεμψη νοησον πρωτον και τοτε επιτιμα

8 πριν η ακουσαι μη αποκρινου και εν μεσω λογων μη παρεμβαλλου

9 περι πραγματος ου ουκ εστιν σοι χρεια μη εριζε και εν κρισει αμαρτωλων μη συνεδρευε

10 τεκνον μη περι πολλα εστωσαν αι πραξεις σου εαν πληθυνης ουκ αθωωθηση και εαν διωκης ου μη καταλαβης και ου μη εκφυγης διαδρας

11 εστιν κοπιων και πονων και σπευδων και τοσω μαλλον υστερειται

12 εστιν νωθρος προσδεομενος αντιλημψεως υστερων ισχυι και πτωχεια περισσευει και οι οφθαλμοι κυριου επεβλεψαν αυτω εις αγαθα και ανωρθωσεν αυτον εκ ταπεινωσεως αυτου

13 και ανυψωσεν κεφαλην αυτου και απεθαυμασαν επ' αυτω πολλοι

14 αγαθα και κακα ζωη και θανατος πτωχεια και πλουτος παρα κυριου εστιν

17 δοσις κυριου παραμενει ευσεβεσιν και η ευδοκια αυτου εις τον αιωνα ευοδωθησεται

18 εστιν πλουτων απο προσοχης και σφιγγιας αυτου και αυτη η μερις του μισθου αυτου

19 εν τω ειπειν αυτον ευρον αναπαυσιν και νυν φαγομαι εκ των αγαθων μου και ουκ οιδεν τις καιρος παρελευσεται και καταλειψει αυτα ετεροις και αποθανειται

20 στηθι εν διαθηκη σου και ομιλει εν αυτη και εν τω εργω σου παλαιωθητι

21 μη θαυμαζε εν εργοις αμαρτωλου πιστευε δε κυριω και εμμενε τω πονω σου οτι κουφον εν οφθαλμοις κυριου δια ταχους εξαπινα πλουτισαι πενητα

22 ευλογια κυριου εν μισθω ευσεβους και εν ωρα ταχινη αναθαλλει ευλογιαν αυτου

23 μη ειπης τις εστιν μου χρεια και τινα απο του νυν εσται μου τα αγαθα

24 μη ειπης αυταρκη μοι εστιν και τι απο του νυν κακωθησομαι

25 εν ημερα αγαθων αμνησια κακων και εν ημερα κακων ου μνησθησεται αγαθων

26 οτι κουφον εναντι κυριου εν ημερα τελευτης αποδουναι ανθρωπω κατα τας οδους αυτου

27 κακωσις ωρας επιλησμονην ποιει τρυφης και εν συντελεια ανθρωπου αποκαλυψις εργων αυτου

28 προ τελευτης μη μακαριζε μηδενα και εν τεκνοις αυτου γνωσθησεται ανηρ

29 μη παντα ανθρωπον εισαγε εις τον οικον σου πολλα γαρ τα ενεδρα του δολιου

30 περδιξ θηρευτης εν καρταλλω ουτως καρδια υπερηφανου και ως ο κατασκοπος επιβλεπει πτωσιν

31 τα γαρ αγαθα εις κακα μεταστρεφων ενεδρευει και εν τοις αιρετοις επιθησει μωμον

32 απο σπινθηρος πυρος πληθυνεται ανθρακια και ανθρωπος αμαρτωλος εις αιμα ενεδρευει

33 προσεχε απο κακουργου πονηρα γαρ τεκταινει μηποτε μωμον εις τον αιωνα δω σοι

34 ενοικισον αλλοτριον και διαστρεψει σε εν ταραχαις και απαλλοτριωσει σε των ιδιων σου

← Ecclesiasticus (Sira 10   Ecclesiasticus (Sira 12 →

Přeložit:
Sdílet: