Ecclesiasticus (Sira 10

           

1 κριτης σοφος παιδευσει τον λαον αυτου και ηγεμονια συνετου τεταγμενη εσται

2 κατα τον κριτην του λαου ουτως και οι λειτουργοι αυτου και κατα τον ηγουμενον της πολεως παντες οι κατοικουντες αυτην

3 βασιλευς απαιδευτος απολει τον λαον αυτου και πολις οικισθησεται εν συνεσει δυναστων

4 εν χειρι κυριου η εξουσια της γης και τον χρησιμον εγερει εις καιρον επ' αυτης

5 εν χειρι κυριου ευοδια ανδρος και προσωπω γραμματεως επιθησει δοξαν αυτου

6 επι παντι αδικηματι μη μηνιασης τω πλησιον και μη πρασσε μηδεν εν εργοις υβρεως

7 μισητη εναντι κυριου και ανθρωπων υπερηφανια και εξ αμφοτερων πλημμελης η αδικια

8 βασιλεια απο εθνους εις εθνος μεταγεται δια αδικιας και υβρεις και χρηματα

9 τι υπερηφανευεται γη και σποδος οτι εν ζωη ερριψα τα ενδοσθια αυτου

10 μακρον αρρωστημα σκωπτει ιατρος και βασιλευς σημερον και αυριον τελευτησει

11 εν γαρ τω αποθανειν ανθρωπον κληρονομησει ερπετα και θηρια και σκωληκας

12 αρχη υπερηφανιας ανθρωπου αφιστασθαι απο κυριου και απο του ποιησαντος αυτον απεστη η καρδια αυτου

13 οτι αρχη υπερηφανιας αμαρτια και ο κρατων αυτης εξομβρησει βδελυγμα δια τουτο παρεδοξασεν κυριος τας επαγωγας και κατεστρεψεν εις τελος αυτους

14 θρονους αρχοντων καθειλεν ο κυριος και εκαθισεν πραεις αντ' αυτων

15 ριζας εθνων εξετιλεν ο κυριος και εφυτευσεν ταπεινους αντ' αυτων

16 χωρας εθνων κατεστρεψεν ο κυριος και απωλεσεν αυτας εως θεμελιων γης

17 εξηρεν εξ αυτων και απωλεσεν αυτους και κατεπαυσεν απο γης το μνημοσυνον αυτων

18 ουκ εκτισται ανθρωποις υπερηφανια ουδε οργη θυμου γεννημασιν γυναικων

19 σπερμα εντιμον ποιον σπερμα ανθρωπου σπερμα εντιμον ποιον οι φοβουμενοι τον κυριον σπερμα ατιμον ποιον σπερμα ανθρωπου σπερμα ατιμον ποιον οι παραβαινοντες εντολας

20 εν μεσω αδελφων ο ηγουμενος αυτων εντιμος και οι φοβουμενοι κυριον εν οφθαλμοις αυτου

22 πλουσιος και ενδοξος και πτωχος το καυχημα αυτων φοβος κυριου

23 ου δικαιον ατιμασαι πτωχον συνετον και ου καθηκει δοξασαι ανδρα αμαρτωλον

24 μεγισταν και κριτης και δυναστης δοξασθησεται και ουκ εστιν αυτων τις μειζων του φοβουμενου τον κυριον

25 οικετη σοφω ελευθεροι λειτουργησουσιν και ανηρ επιστημων ου γογγυσει

26 μη σοφιζου ποιησαι το εργον σου και μη δοξαζου εν καιρω στενοχωριας σου

27 κρεισσων εργαζομενος και περισσευων εν πασιν η περιπατων δοξαζομενος και απορων αρτων

28 τεκνον εν πραυτητι δοξασον την ψυχην σου και δος αυτη τιμην κατα την αξιαν αυτης

29 τον αμαρτανοντα εις την ψυχην αυτου τις δικαιωσει και τις δοξασει τον ατιμαζοντα την ζωην αυτου

30 πτωχος δοξαζεται δι' επιστημην αυτου και πλουσιος δοξαζεται δια τον πλουτον αυτου

31 ο δεδοξασμενος εν πτωχεια και εν πλουτω ποσαχως και ο αδοξος εν πλουτω και εν πτωχεια ποσαχως

  


Přeložit: