Deuteronomy 33

Studovat vnitřní smysl

           

1 και αυτη η ευλογια ην ευλογησεν μωυσης ανθρωπος του θεου τους υιους ισραηλ προ της τελευτης αυτου

2 και ειπεν κυριος εκ σινα ηκει και επεφανεν εκ σηιρ ημιν και κατεσπευσεν εξ ορους φαραν συν μυριασιν καδης εκ δεξιων αυτου αγγελοι μετ' αυτου

3 και εφεισατο του λαου αυτου και παντες οι ηγιασμενοι υπο τας χειρας σου και ουτοι υπο σε εισιν και εδεξατο απο των λογων αυτου

4 νομον ον ενετειλατο ημιν μωυσης κληρονομιαν συναγωγαις ιακωβ

5 και εσται εν τω ηγαπημενω αρχων συναχθεντων αρχοντων λαων αμα φυλαις ισραηλ

6 ζητω ρουβην και μη αποθανετω και εστω πολυς εν αριθμω

7 και αυτη ιουδα εισακουσον κυριε φωνης ιουδα και εις τον λαον αυτου εισελθοισαν αι χειρες αυτου διακρινουσιν αυτω και βοηθος εκ των εχθρων αυτου εση

8 και τω λευι ειπεν δοτε λευι δηλους αυτου και αληθειαν αυτου τω ανδρι τω οσιω ον επειρασαν αυτον εν πειρα ελοιδορησαν αυτον επι υδατος αντιλογιας

9 ο λεγων τω πατρι και τη μητρι ουχ εορακα σε και τους αδελφους αυτου ουκ επεγνω και τους υιους αυτου απεγνω εφυλαξεν τα λογια σου και την διαθηκην σου διετηρησεν

10 δηλωσουσιν τα δικαιωματα σου τω ιακωβ και τον νομον σου τω ισραηλ επιθησουσιν θυμιαμα εν οργη σου δια παντος επι το θυσιαστηριον σου

11 ευλογησον κυριε την ισχυν αυτου και τα εργα των χειρων αυτου δεξαι καταξον οσφυν εχθρων επανεστηκοτων αυτω και οι μισουντες αυτον μη αναστητωσαν

12 και τω βενιαμιν ειπεν ηγαπημενος υπο κυριου κατασκηνωσει πεποιθως και ο θεος σκιαζει επ' αυτω πασας τας ημερας και ανα μεσον των ωμων αυτου κατεπαυσεν

13 και τω ιωσηφ ειπεν απ' ευλογιας κυριου η γη αυτου απο ωρων ουρανου και δροσου και απο αβυσσων πηγων κατωθεν

14 και καθ' ωραν γενηματων ηλιου τροπων και απο συνοδων μηνων

15 και απο κορυφης ορεων αρχης και απο κορυφης βουνων αεναων

16 και καθ' ωραν γης πληρωσεως και τα δεκτα τω οφθεντι εν τω βατω ελθοισαν επι κεφαλην ιωσηφ και επι κορυφης δοξασθεις εν αδελφοις

17 πρωτοτοκος ταυρου το καλλος αυτου κερατα μονοκερωτος τα κερατα αυτου εν αυτοις εθνη κερατιει αμα εως επ' ακρου γης αυται μυριαδες εφραιμ και αυται χιλιαδες μανασση

18 και τω ζαβουλων ειπεν ευφρανθητι ζαβουλων εν εξοδια σου και ισσαχαρ εν τοις σκηνωμασιν αυτου

19 εθνη εξολεθρευσουσιν και επικαλεσεσθε εκει και θυσετε θυσιαν δικαιοσυνης οτι πλουτος θαλασσης θηλασει σε και εμπορια παραλιον κατοικουντων

20 και τω γαδ ειπεν ευλογημενος εμπλατυνων γαδ ως λεων ανεπαυσατο συντριψας βραχιονα και αρχοντα

21 και ειδεν απαρχην αυτου οτι εκει εμερισθη γη αρχοντων συνηγμενων αμα αρχηγοις λαων δικαιοσυνην κυριος εποιησεν και κρισιν αυτου μετα ισραηλ

22 και τω δαν ειπεν δαν σκυμνος λεοντος και εκπηδησεται εκ του βασαν

23 και τω νεφθαλι ειπεν νεφθαλι πλησμονη δεκτων και εμπλησθητω ευλογιαν παρα κυριου θαλασσαν και λιβα κληρονομησει

24 και τω ασηρ ειπεν ευλογητος απο τεκνων ασηρ και εσται δεκτος τοις αδελφοις αυτου βαψει εν ελαιω τον ποδα αυτου

25 σιδηρος και χαλκος το υποδημα αυτου εσται και ως αι ημεραι σου η ισχυς σου

26 ουκ εστιν ωσπερ ο θεος του ηγαπημενου ο επιβαινων επι τον ουρανον βοηθος σου και ο μεγαλοπρεπης του στερεωματος

27 και σκεπασις θεου αρχης και υπο ισχυν βραχιονων αεναων και εκβαλει απο προσωπου σου εχθρον λεγων απολοιο

28 και κατασκηνωσει ισραηλ πεποιθως μονος επι γης ιακωβ επι σιτω και οινω και ο ουρανος αυτω συννεφης δροσω

29 μακαριος συ ισραηλ τις ομοιος σοι λαος σωζομενος υπο κυριου υπερασπιει ο βοηθος σου και η μαχαιρα καυχημα σου και ψευσονται σε οι εχθροι σου και συ επι τον τραχηλον αυτων επιβηση

  
   Studovat vnitřní smysl

Explanation of Deuteronomy 33      

Napsal(a) Alexander Payne

Verse 1. The state of the soul when it ceases to be led by Divine truth.

Verses 2-5. The Lord by obedience to the Divine law raised His Humanity even to the Divinity, whence is all the Divine life of the regenerate.

Verse 6. The understanding of the Word illuminated from heaven is the life of the soul.

Verse 7. Of good thence derived in the natural principle.

Verses 8-11. Concerning the genuine love of good or charity.

Verse 12. Of truth thus brought down into the life.

Verses 13-17. Of the internal good thus acquired in the rational mind.

Verses 18-19. Of the marriage between good and truth in the said.

Verses 20-21. Of a good life thence derived, and (verse 22) the consequent confirmation of truth in the soul, and (verse 23) victory in temptations, and (verses 24-25) happiness even to external and worldly things.

Verses 26-29. There is no help like the Lord, and none are so blessed as those who suffer themselves to be regenerated by Him.

Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Apocalypse Revealed 349


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 139, 921, 1675, 1748, 1756, 1788, 2162, ...

Apocalypse Revealed 24, 241, 277, 287, 352, 353, 354, ...

Doctrine of the Sacred Scripture 2, 79, 85

True Christian Religion 51, 190, 247, 776


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 36, 70, 204, 278, 295, 316, 324, ...

De Domino 36

Marriage 51

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 27:28, 35:22, 23, 48:19, 49:3, 28

Exodus 3:2, 8:6, 15:7, 18, 17:7, 19:18, 23:28, 28:30, 30:7, 32:26, 28

Leviticus 10:11, 26:46

Numbers 23:9, 22, 32:1

Deuteronomy 4:7, 7:8, 9:22, 12:10, 17:9, 27:14, 32:15, 33:5, 26

Joshua 4:12, 14:6, 11, 17:14, 18, 19:47

Judges 5:4, 18:27

1 Samuel 2:27, 10:20

2 Samuel 12:24, 25

1 Kings 5:5, 22:11

1 Chronicles 5:1, 2, 23, 12:9, 31, 32, 23:14

2 Chronicles 8:14, 30:22

Ezra 7:10

Nehemiah 8:7

Psalms 4:6, 18:45, 33:12, 50:2, 68:18, 34, 35, 89:24, 90:1, 104:3, 115:9, 119:111, 147:19

Isaiah 2:3, 19:1, 26:4, 33:16, 40:29, 31, 60:5

Jeremiah 2:2, 12:7, 17:18, 23:6, 31:3, 14, 50:21

Hosea 11:1, 3

Micah 5:1

Habakkuk 3:3, 8, 19

Haggai 2:11, 12

Zechariah 8:12, 14:11

Malachi 2:5

Matthew 10:37

Luke 39, 14:26

John 10:28

Jude 1:14

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Enter into His Gates with Thanksgiving
Worship Talk | Ages over 18

 His Everlasting Arms
Use this line drawing of the Lord to show Him holding you, your family, or planet earth in His arms. A group of children might enjoy singing "He's Got the Whole World in His Hands."
Project | Ages 4 - 10


Přeložit: