Deuteronomy 30

Studovat vnitřní smysl
← Deuteronomy 29   Deuteronomy 31 →         

1 και εσται ως αν ελθωσιν επι σε παντα τα ρηματα ταυτα η ευλογια και η καταρα ην εδωκα προ προσωπου σου και δεξη εις την καρδιαν σου εν πασιν τοις εθνεσιν ου εαν σε διασκορπιση κυριος εκει

2 και επιστραφηση επι κυριον τον θεον σου και υπακουση της φωνης αυτου κατα παντα οσα εγω εντελλομαι σοι σημερον εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου

3 και ιασεται κυριος τας αμαρτιας σου και ελεησει σε και παλιν συναξει σε εκ παντων των εθνων εις ους διεσκορπισεν σε κυριος εκει

4 εαν η η διασπορα σου απ' ακρου του ουρανου εως ακρου του ουρανου εκειθεν συναξει σε κυριος ο θεος σου και εκειθεν λημψεται σε κυριος ο θεος σου

5 και εισαξει σε κυριος ο θεος σου εις την γην ην εκληρονομησαν οι πατερες σου και κληρονομησεις αυτην και ευ σε ποιησει και πλεοναστον σε ποιησει υπερ τους πατερας σου

6 και περικαθαριει κυριος την καρδιαν σου και την καρδιαν του σπερματος σου αγαπαν κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου ινα ζης συ

7 και δωσει κυριος ο θεος σου τας αρας ταυτας επι τους εχθρους σου και επι τους μισουντας σε οι εδιωξαν σε

8 και συ επιστραφηση και εισακουση της φωνης κυριου του θεου σου και ποιησεις τας εντολας αυτου οσας εγω εντελλομαι σοι σημερον

9 και πολυωρησει σε κυριος ο θεος σου εν παντι εργω των χειρων σου εν τοις εκγονοις της κοιλιας σου και εν τοις γενημασιν της γης σου και εν τοις εκγονοις των κτηνων σου οτι επιστρεψει κυριος ο θεος σου ευφρανθηναι επι σε εις αγαθα καθοτι ηυφρανθη επι τοις πατρασιν σου

10 εαν εισακουσης της φωνης κυριου του θεου σου φυλασσεσθαι και ποιειν πασας τας εντολας αυτου και τα δικαιωματα αυτου και τας κρισεις αυτου τας γεγραμμενας εν τω βιβλιω του νομου τουτου εαν επιστραφης επι κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου

11 οτι η εντολη αυτη ην εγω εντελλομαι σοι σημερον ουχ υπερογκος εστιν ουδε μακραν απο σου

12 ουκ εν τω ουρανω ανω εστιν λεγων τις αναβησεται ημιν εις τον ουρανον και λημψεται αυτην ημιν και ακουσαντες αυτην ποιησομεν

13 ουδε περαν της θαλασσης εστιν λεγων τις διαπερασει ημιν εις το περαν της θαλασσης και λημψεται ημιν αυτην και ακουστην ημιν ποιησει αυτην και ποιησομεν

14 εστιν σου εγγυς το ρημα σφοδρα εν τω στοματι σου και εν τη καρδια σου και εν ταις χερσιν σου αυτο ποιειν

15 ιδου δεδωκα προ προσωπου σου σημερον την ζωην και τον θανατον το αγαθον και το κακον

16 εαν εισακουσης τας εντολας κυριου του θεου σου ας εγω εντελλομαι σοι σημερον αγαπαν κυριον τον θεον σου πορευεσθαι εν πασαις ταις οδοις αυτου φυλασσεσθαι τα δικαιωματα αυτου και τας κρισεις αυτου και ζησεσθε και πολλοι εσεσθε και ευλογησει σε κυριος ο θεος σου εν παση τη γη εις ην εισπορευη εκει κληρονομησαι αυτην

17 και εαν μεταστη η καρδια σου και μη εισακουσης και πλανηθεις προσκυνησης θεοις ετεροις και λατρευσης αυτοις

18 αναγγελλω σοι σημερον οτι απωλεια απολεισθε και ου μη πολυημεροι γενησθε επι της γης ης κυριος ο θεος σου διδωσιν σοι εις ην υμεις διαβαινετε τον ιορδανην εκει κληρονομησαι αυτην

19 διαμαρτυρομαι υμιν σημερον τον τε ουρανον και την γην την ζωην και τον θανατον δεδωκα προ προσωπου υμων την ευλογιαν και την καταραν εκλεξαι την ζωην ινα ζης συ και το σπερμα σου

20 αγαπαν κυριον τον θεον σου εισακουειν της φωνης αυτου και εχεσθαι αυτου οτι τουτο η ζωη σου και η μακροτης των ημερων σου κατοικειν σε επι της γης ης ωμοσεν κυριος τοις πατρασιν σου αβρααμ και ισαακ και ιακωβ δουναι αυτοις

← Deuteronomy 29   Deuteronomy 31 →
   Studovat vnitřní smysl

Explanation of Deuteronomy 30      

Napsal(a) Alexander Payne

Verses 1-10 If in any state the soul repents of its evils, and turns to the Lord with the whole heart, all the blessings before enumerated shall be heaped upon it, and all the curses removed far fromit.

Verses 11-14. The simplicity and clearness of the Divine commands.

Verses 15-20. The choice between life and death rests with the soul, and is most plainly set before it.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 1025, 2039, 3623, 3875, 4462, 8593

True Christian Religion 675

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Leviticus 18:5, 26:40

Numbers 24:9

Deuteronomy 1:8, 4:4, 25, 26, 5:33, 6:2, 5, 7:14, 10:16, 11:1, 16, 26, 28:11, 28, 63, 29:27, 31:17, 21, 32:47

Joshua 23:11

1 Samuel 12:21

1 Kings 8:34

1 Chronicles 16:35

2 Chronicles 30:9

Nehemiah 1:9

Psalms 106:47, 126:1, 147:2

Proverbs 9:11, 12:28

Isaiah 27:12, 43:5, 45:19, 54:7, 62:4

Jeremiah 21:8, 23:3, 24:7, 30:16, 32:41, 33:9, 42:21

Ezekiel 6:9, 11:17, 19, 20, 20:11, 36:11, 24, 27, 37, 39:28

Micah 7:19

Zephaniah 3:17

Zechariah 6:15, 8:7, 10:9

Matthew 24:31

Luke 10:28

Romans 2:29, 10:6, 8

1 John 5:3

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...

ΖΩΗ
'Lives' is used in the plural, because of the will and understanding, and because these two lives make one.

Videa od Swedenborg Foundation

Zde uvedená videa jsou poskytnuta se svolením našich přátel ze Swedenborg Foundation. Více se o nich dozvíte zde: swedenborg.com.


Why Does the Bible Say "The Dead Know Nothing?" - Swedenborg and Life

The Bible is divine revelation and yet can seem inconsistent in its message. Swedenborg's study of the language of correspondences can help.

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Choice
Article | Ages 15 - 17

 Choosing Heaven or Hell
A lesson and activities exploring how our choices lead us towards heaven or hell, day by day.
Religion Lesson | Ages over 15

 Moses Anoints Joshua
Coloring Page | Ages 7 - 14

 Walk in His Ways
Activity | Ages over 15


Přeložit: