Deuteronomy 20

Studovat vnitřní smysl
← Deuteronomy 19   Deuteronomy 21 →         

1 εαν δε εξελθης εις πολεμον επι τους εχθρους σου και ιδης ιππον και αναβατην και λαον πλειονα σου ου φοβηθηση απ' αυτων οτι κυριος ο θεος σου μετα σου ο αναβιβασας σε εκ γης αιγυπτου

2 και εσται οταν εγγισης τω πολεμω και προσεγγισας ο ιερευς λαλησει τω λαω

3 και ερει προς αυτους ακουε ισραηλ υμεις προσπορευεσθε σημερον εις πολεμον επι τους εχθρους υμων μη εκλυεσθω η καρδια υμων μη φοβεισθε μηδε θραυεσθε μηδε εκκλινητε απο προσωπου αυτων

4 οτι κυριος ο θεος υμων ο προπορευομενος μεθ' υμων συνεκπολεμησαι υμιν τους εχθρους υμων διασωσαι υμας

5 και λαλησουσιν οι γραμματεις προς τον λαον λεγοντες τις ο ανθρωπος ο οικοδομησας οικιαν καινην και ουκ ενεκαινισεν αυτην πορευεσθω και αποστραφητω εις την οικιαν αυτου μη αποθανη εν τω πολεμω και ανθρωπος ετερος εγκαινιει αυτην

6 και τις ο ανθρωπος οστις εφυτευσεν αμπελωνα και ουκ ευφρανθη εξ αυτου πορευεσθω και αποστραφητω εις την οικιαν αυτου μη αποθανη εν τω πολεμω και ανθρωπος ετερος ευφρανθησεται εξ αυτου

7 και τις ο ανθρωπος οστις μεμνηστευται γυναικα και ουκ ελαβεν αυτην πορευεσθω και αποστραφητω εις την οικιαν αυτου μη αποθανη εν τω πολεμω και ανθρωπος ετερος λημψεται αυτην

8 και προσθησουσιν οι γραμματεις λαλησαι προς τον λαον και ερουσιν τις ο ανθρωπος ο φοβουμενος και δειλος τη καρδια πορευεσθω και αποστραφητω εις την οικιαν αυτου ινα μη δειλιανη την καρδιαν του αδελφου αυτου ωσπερ η αυτου

9 και εσται οταν παυσωνται οι γραμματεις λαλουντες προς τον λαον και καταστησουσιν αρχοντας της στρατιας προηγουμενους του λαου

10 εαν δε προσελθης προς πολιν εκπολεμησαι αυτην και εκκαλεση αυτους μετ' ειρηνης

11 εαν μεν ειρηνικα αποκριθωσιν σοι και ανοιξωσιν σοι εσται πας ο λαος οι ευρεθεντες εν αυτη εσονται σοι φορολογητοι και υπηκοοι σου

12 εαν δε μη υπακουσωσιν σοι και ποιησωσιν προς σε πολεμον περικαθιεις αυτην

13 και παραδωσει αυτην κυριος ο θεος σου εις τας χειρας σου και παταξεις παν αρσενικον αυτης εν φονω μαχαιρας

14 πλην των γυναικων και της αποσκευης και παντα τα κτηνη και παντα οσα αν υπαρχη εν τη πολει και πασαν την απαρτιαν προνομευσεις σεαυτω και φαγη πασαν την προνομην των εχθρων σου ων κυριος ο θεος σου διδωσιν σοι

15 ουτως ποιησεις πασας τας πολεις τας μακραν ουσας απο σου σφοδρα αι ουχι εκ των πολεων των εθνων τουτων

16 ιδου δε απο των πολεων των εθνων τουτων ων κυριος ο θεος σου διδωσιν σοι κληρονομειν την γην αυτων ου ζωγρησετε απ' αυτων παν εμπνεον

17 αλλ' η αναθεματι αναθεματιειτε αυτους τον χετταιον και αμορραιον και χαναναιον και φερεζαιον και ευαιον και ιεβουσαιον και γεργεσαιον ον τροπον ενετειλατο σοι κυριος ο θεος σου

18 ινα μη διδαξωσιν υμας ποιειν παντα τα βδελυγματα αυτων οσα εποιησαν τοις θεοις αυτων και αμαρτησεσθε εναντιον κυριου του θεου υμων

19 εαν δε περικαθισης περι πολιν ημερας πλειους εκπολεμησαι αυτην εις καταλημψιν αυτης ουχι εξολεθρευσεις τα δενδρα αυτης επιβαλειν επ' αυτα σιδηρον αλλ' η απ' αυτου φαγη αυτο δε ουκ εκκοψεις μη ανθρωπος το ξυλον το εν τω αγρω εισελθειν απο προσωπου σου εις τον χαρακα

20 αλλα ξυλον ο επιστασαι οτι ου καρποβρωτον εστιν τουτο εξολεθρευσεις και εκκοψεις και οικοδομησεις χαρακωσιν επι την πολιν ητις ποιει προς σε τον πολεμον εως αν παραδοθη

← Deuteronomy 19   Deuteronomy 21 →
   Studovat vnitřní smysl

Explanation of Deuteronomy 20      

Napsal(a) Alexander Payne

Verses 1-4. The soul must not be afraid of evils and falsities when opposed by them in temptations, but must rely upon heaven.

Verses 5-9. Directions for combating with evil and falsity.

Verses 10-15. On contending with doctrines in the external mind that oppose regeneration.

Verses 16-18. But those derived from interior evil to be utterly destroyed.

Verses 19-20. But care to be taken not to destroy any genuine knowledges and perceptions in contending with false doctrines.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 1097, 1444, 1664, 2913, 6394, 6858, 7111

Apocalypse Revealed 400, 847


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 109, 725, 734, 750, 919

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 15:20, 21

Exodus 14:13, 20:2, 23:32, 33

Numbers 10:9, 13:29, 14:9, 31:6, 7, 9, 17

Deuteronomy 1:21, 29, 30, 2:26, 35, 4:21, 7:2, 4, 21, 9:3, 12:30, 31, 18:9, 24:4, 5, 28:30, 31:6

Joshua 1:5, 9, 9:9, 10:8, 11, 23:10

Judges 6:12, 16, 7:3, 11:12

1 Samuel 14:23, 17:32

2 Samuel 18:1

1 Kings 5:1, 11:15

2 Kings 3:19, 25

1 Chronicles 14:15

2 Chronicles 10, 32:8

Psalms 33:17, 46:8

Jeremiah 16:14

Zechariah 10:5

1 Corinthians 9:7

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Temptations and the Ten Commandments
Article | Ages 15 - 17


Přeložit: