Deuteronomy 17

Studovat vnitřní smysl
← Deuteronomy 16   Deuteronomy 18 →         

1 ου θυσεις κυριω τω θεω σου μοσχον η προβατον εν ω εστιν εν αυτω μωμος παν ρημα πονηρον οτι βδελυγμα κυριω τω θεω σου εστιν

2 εαν δε ευρεθη εν σοι εν μια των πολεων σου ων κυριος ο θεος σου διδωσιν σοι ανηρ η γυνη οστις ποιησει το πονηρον εναντιον κυριου του θεου σου παρελθειν την διαθηκην αυτου

3 και ελθοντες λατρευσωσιν θεοις ετεροις και προσκυνησωσιν αυτοις τω ηλιω η τη σεληνη η παντι των εκ του κοσμου του ουρανου α ου προσεταξεν

4 και αναγγελη σοι και εκζητησεις σφοδρα και ιδου αληθως γεγονεν το ρημα γεγενηται το βδελυγμα τουτο εν ισραηλ

5 και εξαξεις τον ανθρωπον εκεινον η την γυναικα εκεινην και λιθοβολησετε αυτους εν λιθοις και τελευτησουσιν

6 επι δυσιν μαρτυσιν η επι τρισιν μαρτυσιν αποθανειται ο αποθνησκων ουκ αποθανειται εφ' ενι μαρτυρι

7 και η χειρ των μαρτυρων εσται επ' αυτω εν πρωτοις θανατωσαι αυτον και η χειρ παντος του λαου επ' εσχατων και εξαρεις τον πονηρον εξ υμων αυτων

8 εαν δε αδυνατηση απο σου ρημα εν κρισει ανα μεσον αιμα αιματος και ανα μεσον κρισις κρισεως και ανα μεσον αφη αφης και ανα μεσον αντιλογια αντιλογιας ρηματα κρισεως εν ταις πολεσιν υμων και αναστας αναβηση εις τον τοπον ον αν εκλεξηται κυριος ο θεος σου επικληθηναι το ονομα αυτου εκει

9 και ελευση προς τους ιερεις τους λευιτας και προς τον κριτην ος αν γενηται εν ταις ημεραις εκειναις και εκζητησαντες αναγγελουσιν σοι την κρισιν

10 και ποιησεις κατα το πραγμα ο εαν αναγγειλωσιν σοι εκ του τοπου ου αν εκλεξηται κυριος ο θεος σου επικληθηναι το ονομα αυτου εκει και φυλαξη σφοδρα ποιησαι κατα παντα οσα εαν νομοθετηθη σοι

11 κατα τον νομον και κατα την κρισιν ην αν ειπωσιν σοι ποιησεις ουκ εκκλινεις απο του ρηματος ου εαν αναγγειλωσιν σοι δεξια ουδε αριστερα

12 και ο ανθρωπος ος αν ποιηση εν υπερηφανια του μη υπακουσαι του ιερεως του παρεστηκοτος λειτουργειν επι τω ονοματι κυριου του θεου σου η του κριτου ος αν η εν ταις ημεραις εκειναις και αποθανειται ο ανθρωπος εκεινος και εξαρεις τον πονηρον εξ ισραηλ

13 και πας ο λαος ακουσας φοβηθησεται και ουκ ασεβησει ετι

14 εαν δε εισελθης εις την γην ην κυριος ο θεος σου διδωσιν σοι εν κληρω και κληρονομησης αυτην και κατοικησης επ' αυτης και ειπης καταστησω επ' εμαυτον αρχοντα καθα και τα λοιπα εθνη τα κυκλω μου

15 καθιστων καταστησεις επι σεαυτον αρχοντα ον αν εκλεξηται κυριος ο θεος σου αυτον εκ των αδελφων σου καταστησεις επι σεαυτον αρχοντα ου δυνηση καταστησαι επι σεαυτον ανθρωπον αλλοτριον οτι ουκ αδελφος σου εστιν

16 διοτι ου πληθυνει εαυτω ιππον ουδε μη αποστρεψη τον λαον εις αιγυπτον οπως πληθυνη εαυτω ιππον ο δε κυριος ειπεν ου προσθησετε αποστρεψαι τη οδω ταυτη ετι

17 και ου πληθυνει εαυτω γυναικας ουδε μεταστησεται αυτου η καρδια και αργυριον και χρυσιον ου πληθυνει εαυτω σφοδρα

18 και εσται οταν καθιση επι της αρχης αυτου και γραψει εαυτω το δευτερονομιον τουτο εις βιβλιον παρα των ιερεων των λευιτων

19 και εσται μετ' αυτου και αναγνωσεται εν αυτω πασας τας ημερας της ζωης αυτου ινα μαθη φοβεισθαι κυριον τον θεον αυτου φυλασσεσθαι πασας τας εντολας ταυτας και τα δικαιωματα ταυτα ποιειν

20 ινα μη υψωθη η καρδια αυτου απο των αδελφων αυτου ινα μη παραβη απο των εντολων δεξια η αριστερα οπως αν μακροχρονιση επι της αρχης αυτου αυτος και οι υιοι αυτου εν τοις υιοις ισραηλ

← Deuteronomy 16   Deuteronomy 18 →
   Studovat vnitřní smysl

Explanation of Deuteronomy 17      

Napsal(a) Alexander Payne

Verse 1. The service rendered to the Lord must be the very best the soul can give.

Verses 2-7. Any thought or affection which averts the soul from the Divine Humanity to be destroyed out of the mind.

Verses 8-13. Matters that cannot be decided in the external mind to be submitted to the judgement of heaven.

Verses 14-20. When the soul is perfected it will acquire and be governed by definite principles of action, in accordance with its perception of good, but these must be kept constantly subservient to the laws of heaven.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 666, 2015, 2360, 2441, 2826, 4197, 6125, ...

Apocalypse Revealed 53, 298, 417, 447, 503, 527, 919

Heaven and Hell 122

True Christian Religion 288, 506


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 355, 401, 573, 600, 654, 655, 687, ...

The White Horse - Appendix 1

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 13:17, 18:16, 22:19

Leviticus 20:2, 22:20, 23

Numbers 15:30, 31, 35:30

Deuteronomy 1:17, 4:10, 19, 5:1, 32, 11:16, 12:5, 11, 14, 13:6, 10, 12, 13, 15, 16:18, 17:11, 20, 18:5, 19:15, 21:5, 21, 22:21, 22, 24, 24:7, 25:1, 31:9, 33:10

Joshua 1:8, 18, 23:16

Judges 6:31, 20:13

1 Samuel 8:5, 10:24, 25, 16:3

2 Samuel 5:1, 13, 15:2, 22:23

1 Kings 2:3, 5:6, 10:21, 11:1, 3, 15:3, 5

2 Kings 11:12, 21:3, 22:10

1 Chronicles 14:3, 26:29, 28:5

2 Chronicles 11:21

Job 31:28

Psalms 89:20, 122:5

Proverbs 31:3

Isaiah 1

Jeremiah 30:21, 42:14, 19

Ezekiel 17:15, 44:24

Hosea 4:4

Zechariah 7:3

Matthew 18:16, 23:3

Acts of the Apostles 7:58

1 Timothy 5:20

Hebrews 7:11


Přeložit: