Deuteronomy 14

Studovat vnitřní smysl

← Deuteronomy 13   Deuteronomy 15 →         

1 υιοι εστε κυριου του θεου υμων ου φοιβησετε ουκ επιθησετε φαλακρωμα ανα μεσον των οφθαλμων υμων επι νεκρω

2 οτι λαος αγιος ει κυριω τω θεω σου και σε εξελεξατο κυριος ο θεος σου γενεσθαι σε αυτω λαον περιουσιον απο παντων των εθνων των επι προσωπου της γης

3 ου φαγεσθε παν βδελυγμα

4 ταυτα τα κτηνη α φαγεσθε μοσχον εκ βοων και αμνον εκ προβατων και χιμαρον εξ αιγων

5 ελαφον και δορκαδα και βουβαλον και τραγελαφον και πυγαργον ορυγα και καμηλοπαρδαλιν

6 παν κτηνος διχηλουν οπλην και ονυχιστηρας ονυχιζον δυο χηλων και αναγον μηρυκισμον εν τοις κτηνεσιν ταυτα φαγεσθε

7 και ταυτα ου φαγεσθε απο των αναγοντων μηρυκισμον και απο των διχηλουντων τας οπλας και ονυχιζοντων ονυχιστηρας τον καμηλον και δασυποδα και χοιρογρυλλιον οτι αναγουσιν μηρυκισμον και οπλην ου διχηλουσιν ακαθαρτα ταυτα υμιν εστιν

8 και τον υν οτι διχηλει οπλην τουτο και ονυχιζει ονυχας οπλης και τουτο μηρυκισμον ου μαρυκαται ακαθαρτον τουτο υμιν απο των κρεων αυτων ου φαγεσθε και των θνησιμαιων αυτων ουχ αψεσθε

9 και ταυτα φαγεσθε απο παντων των εν τοις υδασιν παντα οσα εστιν εν αυτοις πτερυγια και λεπιδες φαγεσθε

10 και παντα οσα ουκ εστιν αυτοις πτερυγια και λεπιδες ου φαγεσθε ακαθαρτα υμιν εστιν

11 παν ορνεον καθαρον φαγεσθε

12 και ταυτα ου φαγεσθε απ' αυτων τον αετον και τον γρυπα και τον αλιαιετον

13 και τον γυπα και τον ικτινα και τα ομοια αυτω

14 και παντα κορακα και τα ομοια αυτω

15 και στρουθον και γλαυκα και λαρον

16 και ερωδιον και κυκνον και ιβιν

17 και καταρακτην και ιερακα και τα ομοια αυτω και εποπα και νυκτικορακα

18 και πελεκανα και χαραδριον και τα ομοια αυτω και πορφυριωνα και νυκτεριδα

19 παντα τα ερπετα των πετεινων ακαθαρτα ταυτα εστιν υμιν ου φαγεσθε απ' αυτων

20 παν πετεινον καθαρον φαγεσθε

21 παν θνησιμαιον ου φαγεσθε τω παροικω τω εν ταις πολεσιν σου δοθησεται και φαγεται η αποδωση τω αλλοτριω οτι λαος αγιος ει κυριω τω θεω σου ουχ εψησεις αρνα εν γαλακτι μητρος αυτου

22 δεκατην αποδεκατωσεις παντος γενηματος του σπερματος σου το γενημα του αγρου σου ενιαυτον κατ' ενιαυτον

23 και φαγη αυτο εναντι κυριου του θεου σου εν τω τοπω ω αν εκλεξηται κυριος ο θεος σου επικληθηναι το ονομα αυτου εκει οισετε τα επιδεκατα του σιτου σου και του οινου σου και του ελαιου σου τα πρωτοτοκα των βοων σου και των προβατων σου ινα μαθης φοβεισθαι κυριον τον θεον σου πασας τας ημερας

24 εαν δε μακραν γενηται απο σου η οδος και μη δυνη αναφερειν αυτα οτι μακραν απο σου ο τοπος ον αν εκλεξηται κυριος ο θεος σου επικληθηναι το ονομα αυτου εκει οτι ευλογησει σε κυριος ο θεος σου

25 και αποδωση αυτα αργυριου και λημψη το αργυριον εν ταις χερσιν σου και πορευση εις τον τοπον ον αν εκλεξηται κυριος ο θεος σου αυτον

26 και δωσεις το αργυριον επι παντος ου εαν επιθυμη η ψυχη σου επι βουσι η επι προβατοις επι οινω η επι σικερα η επι παντος ου εαν επιθυμη η ψυχη σου και φαγη εκει εναντιον κυριου του θεου σου και ευφρανθηση συ και ο οικος σου

27 και ο λευιτης ο εν ταις πολεσιν σου οτι ουκ εστιν αυτω μερις ουδε κληρος μετα σου

28 μετα τρια ετη εξοισεις παν το επιδεκατον των γενηματων σου εν τω ενιαυτω εκεινω θησεις αυτο εν ταις πολεσιν σου

29 και ελευσεται ο λευιτης οτι ουκ εστιν αυτω μερις ουδε κληρος μετα σου και ο προσηλυτος και ο ορφανος και η χηρα η εν ταις πολεσιν σου και φαγονται και εμπλησθησονται ινα ευλογηση σε κυριος ο θεος σου εν πασιν τοις εργοις οις εαν ποιης

← Deuteronomy 13   Deuteronomy 15 →
   Studovat vnitřní smysl

Explanation of Deuteronomy 14      

Napsal(a) Alexander Payne

Verses 1-2. The life of the regenerate flows in direct from heaven.

Verses 3-8. What affections may be appropriated to the soul.

Verses 9-10. What knowledges and (verses 11-20) what thoughts may be appropriated.

Verses 21-27. What is of self is not to be conjoined to the new regenerate life, but all that flows in from heaven is to be conjoined.

Verses 28-29. By this means the good facilities in the soul will be strengthened.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 2788, 3703, 8768

Apocalypse Revealed 101


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 675, 1100

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 47:24, 26

Exodus 22:30, 23:19

Leviticus 11:1, 11, 40, 19:28, 20:24, 21:5

Deuteronomy 4:10, 7:6, 7, 10:9, 12:5, 6, 7, 11, 12, 14, 15, 19, 22, 14:2, 21, 15:10, 16:11, 14, 23:21, 24:19, 26:12, 18, 28:8, 32:6

1 Kings 5:3

Nehemiah 10:38

Psalms 41:2

Proverbs 3:9, 10

Isaiah 63:16, 65:4

Jeremiah 3:19, 31:9

Ezekiel 4:14

Matthew 21:12, 23:23

Luke 14:13

John 2:14

Acts of the Apostles 10:14

Romans 9:4

2 Corinthians 6


Přeložit: