Deuteronomy 13

Studovat vnitřní smysl

← Deuteronomy 12   Deuteronomy 14 →         

1 παν ρημα ο εγω εντελλομαι σοι σημερον τουτο φυλαξη ποιειν ου προσθησεις επ' αυτο ουδε αφελεις απ' αυτου

2 εαν δε αναστη εν σοι προφητης η ενυπνιαζομενος ενυπνιον και δω σοι σημειον η τερας

3 και ελθη το σημειον η το τερας ο ελαλησεν προς σε λεγων πορευθωμεν και λατρευσωμεν θεοις ετεροις ους ουκ οιδατε

4 ουκ ακουσεσθε των λογων του προφητου εκεινου η του ενυπνιαζομενου το ενυπνιον εκεινο οτι πειραζει κυριος ο θεος υμας ειδεναι ει αγαπατε κυριον τον θεον υμων εξ ολης της καρδιας υμων και εξ ολης της ψυχης υμων

5 οπισω κυριου του θεου υμων πορευεσθε και αυτον φοβηθησεσθε και τας εντολας αυτου φυλαξεσθε και της φωνης αυτου ακουσεσθε και αυτω προστεθησεσθε

6 και ο προφητης εκεινος η ο το ενυπνιον ενυπνιαζομενος εκεινος αποθανειται ελαλησεν γαρ πλανησαι σε απο κυριου του θεου σου του εξαγαγοντος σε εκ γης αιγυπτου του λυτρωσαμενου σε εκ της δουλειας εξωσαι σε εκ της οδου ης ενετειλατο σοι κυριος ο θεος σου πορευεσθαι εν αυτη και αφανιεις τον πονηρον εξ υμων αυτων

7 εαν δε παρακαλεση σε ο αδελφος σου εκ πατρος σου η εκ μητρος σου η ο υιος σου η η θυγατηρ σου η η γυνη η εν κολπω σου η ο φιλος ο ισος της ψυχης σου λαθρα λεγων βαδισωμεν και λατρευσωμεν θεοις ετεροις ους ουκ ηδεις συ και οι πατερες σου

8 απο των θεων των εθνων των περικυκλω υμων των εγγιζοντων σοι η των μακραν απο σου απ' ακρου της γης εως ακρου της γης

9 ου συνθελησεις αυτω και ουκ εισακουση αυτου και ου φεισεται ο οφθαλμος σου επ' αυτω ουκ επιποθησεις επ' αυτω ουδ' ου μη σκεπασης αυτον

10 αναγγελλων αναγγελεις περι αυτου αι χειρες σου εσονται επ' αυτον εν πρωτοις αποκτειναι αυτον και αι χειρες παντος του λαου επ' εσχατω

11 και λιθοβολησουσιν αυτον εν λιθοις και αποθανειται οτι εζητησεν αποστησαι σε απο κυριου του θεου σου του εξαγαγοντος σε εκ γης αιγυπτου εξ οικου δουλειας

12 και πας ισραηλ ακουσας φοβηθησεται και ου προσθησουσιν ετι ποιησαι κατα το ρημα το πονηρον τουτο εν υμιν

13 εαν δε ακουσης εν μια των πολεων σου ων κυριος ο θεος σου διδωσιν σοι κατοικειν σε εκει λεγοντων

14 εξηλθοσαν ανδρες παρανομοι εξ υμων και απεστησαν παντας τους κατοικουντας την πολιν αυτων λεγοντες πορευθωμεν και λατρευσωμεν θεοις ετεροις ους ουκ ηδειτε

15 και ερωτησεις και εραυνησεις σφοδρα και ιδου αληθης σαφως ο λογος γεγενηται το βδελυγμα τουτο εν υμιν

16 αναιρων ανελεις παντας τους κατοικουντας εν τη πολει εκεινη εν φονω μαχαιρας αναθεματι αναθεματιειτε αυτην και παντα τα εν αυτη

17 και παντα τα σκυλα αυτης συναξεις εις τας διοδους αυτης και εμπρησεις την πολιν εν πυρι και παντα τα σκυλα αυτης πανδημει εναντιον κυριου του θεου σου και εσται αοικητος εις τον αιωνα ουκ ανοικοδομηθησεται ετι

18 ου προσκολληθησεται εν τη χειρι σου ουδεν απο του αναθεματος ινα αποστραφη κυριος απο θυμου της οργης αυτου και δωσει σοι ελεος και ελεησει σε και πληθυνει σε ον τροπον ωμοσεν κυριος τοις πατρασιν σου

19 εαν ακουσης της φωνης κυριου του θεου σου φυλασσειν πασας τας εντολας αυτου οσας εγω εντελλομαι σοι σημερον ποιειν το καλον και το αρεστον εναντιον κυριου του θεου σου

← Deuteronomy 12   Deuteronomy 14 →
   Studovat vnitřní smysl

Explanation of Deuteronomy 13      

Napsal(a) Alexander Payne

Verses 1-5. No doctrine is to be listened to which tends to draw away the mind from the Lord's Divine Humanity.

Verses 6-18. Everything which draws away the soul from the Lord is to be utterly rejected.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 2799, 2959, 3698, 3875, 4682, 7456, 9193

Apocalypse Revealed 527, 598, 748, 784


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 131, 328, 504, 652, 655, 696, 706, ...

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Genesis 22:17

Exodus 13:3, 22:19, 32:27

Leviticus 20:2

Numbers 21:2, 25:4

Deuteronomy 4:1, 2, 6:5, 13, 7:2, 16, 26, 8:14, 11:1, 32, 17:4, 5, 7, 12, 13, 18:20, 19:19, 20, 21:21, 22:21, 24:7, 25:12, 26:14, 28:64, 32:17

Joshua 6:21, 24, 7:13, 25, 26, 8:28, 23:8

Judges 10:6, 20:3, 13

1 Samuel 1:16, 2:12, 12:14, 26:19

1 Kings 18:40

2 Kings 11:18

2 Chronicles 22:3, 34:31

Ezra 10:16

Proverbs 30:6

Jeremiah 7:23, 27:9, 28:15, 16, 44:15

Ezekiel 23:48

Zechariah 10:2

Matthew 7:15, 10:37

Acts of the Apostles 20:30

1 Corinthians 5:13

2 Corinthians 6:15

1 Timothy 5:20

2 Peter 2:1

Revelation 13:14


Přeložit: