Deuteronomy 12

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Deuteronomy 11   Deuteronomy 13 →

1 και ταυτα τα προσταγματα και αι κρισεις ας φυλαξετε του ποιειν επι της γης ης κυριος ο θεος των πατερων υμων διδωσιν υμιν εν κληρω πασας τας ημερας ας υμεις ζητε επι της γης

2 απωλεια απολειτε παντας τους τοπους εν οις ελατρευσαν εκει τοις θεοις αυτων ους υμεις κληρονομειτε αυτους επι των ορεων των υψηλων και επι των θινων και υποκατω δενδρου δασεος

3 και κατασκαψετε τους βωμους αυτων και συντριψετε τας στηλας αυτων και τα αλση αυτων εκκοψετε και τα γλυπτα των θεων αυτων κατακαυσετε πυρι και απολειται το ονομα αυτων εκ του τοπου εκεινου

4 ου ποιησετε ουτως κυριω τω θεω υμων

5 αλλ' η εις τον τοπον ον αν εκλεξηται κυριος ο θεος υμων εν μια των φυλων υμων επονομασαι το ονομα αυτου εκει επικληθηναι και εκζητησετε και εισελευσεσθε εκει

6 και οισετε εκει τα ολοκαυτωματα υμων και τα θυσιασματα υμων και τας απαρχας υμων και τας ευχας υμων και τα εκουσια υμων και τα πρωτοτοκα των βοων υμων και των προβατων υμων

7 και φαγεσθε εκει εναντιον κυριου του θεου υμων και ευφρανθησεσθε επι πασιν ου αν την χειρα επιβαλητε υμεις και οι οικοι υμων καθοτι ευλογησεν σε κυριος ο θεος σου

8 ου ποιησετε παντα α ημεις ποιουμεν ωδε σημερον εκαστος το αρεστον ενωπιον αυτου

9 ου γαρ ηκατε εως του νυν εις την καταπαυσιν και εις την κληρονομιαν ην κυριος ο θεος υμων διδωσιν υμιν

10 και διαβησεσθε τον ιορδανην και κατοικησετε επι της γης ης κυριος ο θεος υμων κατακληρονομει υμιν και καταπαυσει υμας απο παντων των εχθρων υμων των κυκλω και κατοικησετε μετα ασφαλειας

11 και εσται ο τοπος ον αν εκλεξηται κυριος ο θεος υμων επικληθηναι το ονομα αυτου εκει εκει οισετε παντα οσα εγω εντελλομαι υμιν σημερον τα ολοκαυτωματα υμων και τα θυσιασματα υμων και τα επιδεκατα υμων και τας απαρχας των χειρων υμων και τα δοματα υμων και παν εκλεκτον των δωρων υμων οσα εαν ευξησθε τω θεω υμων

12 και ευφρανθησεσθε εναντιον κυριου του θεου υμων υμεις και οι υιοι υμων και αι θυγατερες υμων οι παιδες υμων και αι παιδισκαι υμων και ο λευιτης ο επι των πυλων υμων οτι ουκ εστιν αυτω μερις ουδε κληρος μεθ' υμων

13 προσεχε σεαυτω μη ανενεγκης τα ολοκαυτωματα σου εν παντι τοπω ου εαν ιδης

14 αλλ' η εις τον τοπον ον αν εκλεξηται κυριος ο θεος σου αυτον εν μια των φυλων σου εκει ανοισεις τα ολοκαυτωματα σου και εκει ποιησεις παντα οσα εγω εντελλομαι σοι σημερον

15 αλλ' η εν παση επιθυμια σου θυσεις και φαγη κρεα κατα την ευλογιαν κυριου του θεου σου ην εδωκεν σοι εν παση πολει ο ακαθαρτος εν σοι και ο καθαρος επι το αυτο φαγεται αυτο ως δορκαδα η ελαφον

16 πλην το αιμα ου φαγεσθε επι την γην εκχεειτε αυτο ως υδωρ

17 ου δυνηση φαγειν εν ταις πολεσιν σου το επιδεκατον του σιτου σου και του οινου σου και του ελαιου σου τα πρωτοτοκα των βοων σου και των προβατων σου και πασας ευχας οσας αν ευξησθε και τας ομολογιας υμων και τας απαρχας των χειρων υμων

18 αλλ' η εναντιον κυριου του θεου σου φαγη αυτα εν τω τοπω ω αν εκλεξηται κυριος ο θεος σου αυτω συ και ο υιος σου και η θυγατηρ σου ο παις σου και η παιδισκη σου και ο προσηλυτος ο εν ταις πολεσιν υμων και ευφρανθηση εναντιον κυριου του θεου σου επι παντα ου αν επιβαλης την χειρα σου

19 προσεχε σεαυτω μη εγκαταλιπης τον λευιτην παντα τον χρονον οσον εαν ζης επι της γης

20 εαν δε εμπλατυνη κυριος ο θεος σου τα ορια σου καθαπερ ελαλησεν σοι και ερεις φαγομαι κρεα εαν επιθυμηση η ψυχη σου ωστε φαγειν κρεα εν παση επιθυμια της ψυχης σου φαγη κρεα

21 εαν δε μακροτερον απεχη σου ο τοπος ον αν εκλεξηται κυριος ο θεος σου επικληθηναι το ονομα αυτου εκει και θυσεις απο των βοων σου και απο των προβατων σου ων αν δω ο θεος σοι ον τροπον ενετειλαμην σοι και φαγη εν ταις πολεσιν σου κατα την επιθυμιαν της ψυχης σου

22 ως εσθεται η δορκας και η ελαφος ουτως φαγη αυτο ο ακαθαρτος εν σοι και ο καθαρος ωσαυτως εδεται

23 προσεχε ισχυρως του μη φαγειν αιμα οτι το αιμα αυτου ψυχη ου βρωθησεται η ψυχη μετα των κρεων

24 ου φαγεσθε επι την γην εκχεειτε αυτο ως υδωρ

25 ου φαγη αυτο ινα ευ σοι γενηται και τοις υιοις σου μετα σε εαν ποιησης το καλον και το αρεστον εναντιον κυριου του θεου σου

26 πλην τα αγια σου εαν γενηται σοι και τας ευχας σου λαβων ηξεις εις τον τοπον ον αν εκλεξηται κυριος ο θεος σου επικληθηναι το ονομα αυτου εκει

27 και ποιησεις τα ολοκαυτωματα σου τα κρεα ανοισεις επι το θυσιαστηριον κυριου του θεου σου το δε αιμα των θυσιων σου προσχεεις προς την βασιν του θυσιαστηριου κυριου του θεου σου τα δε κρεα φαγη

28 φυλασσου και ακουε και ποιησεις παντας τους λογους ους εγω εντελλομαι σοι ινα ευ σοι γενηται και τοις υιοις σου δι' αιωνος εαν ποιησης το καλον και το αρεστον εναντιον κυριου του θεου σου

29 εαν δε εξολεθρευση κυριος ο θεος σου τα εθνη εις ους συ εισπορευη εκει κληρονομησαι την γην αυτων απο προσωπου σου και κατακληρονομησης αυτους και κατοικησης εν τη γη αυτων

30 προσεχε σεαυτω μη εκζητησης επακολουθησαι αυτοις μετα το εξολεθρευθηναι αυτους απο προσωπου σου ου μη εκζητησης τους θεους αυτων λεγων πως ποιουσιν τα εθνη ταυτα τοις θεοις αυτων ποιησω καγω

31 ου ποιησεις ουτως κυριω τω θεω σου τα γαρ βδελυγματα α κυριος εμισησεν εποιησαν τοις θεοις αυτων οτι τους υιους αυτων και τας θυγατερας αυτων κατακαιουσιν εν πυρι τοις θεοις αυτων

← Deuteronomy 11   Deuteronomy 13 →
   Studovat vnitřní smysl

Explanation of Deuteronomy 12      

Napsal(a) Alexander Payne

Verses 1-16. On the rejection of evil and appropriation of good; the Lord's Divine Humanity is the test of all real good.

Verses 17-19. The genuine good from the Lord is not to be attributed to self.

Verses 20-28. Good may be acquired by self-effort, but must be kept distinct from that flowing from the Lord.

Verses 29-32. A caution against being again enticed by evil loves.

Swedenborg

Výklad(y) nebo odkazy ze Swedenborgových prací:

Arcana Coelestia 796, 1001, 1045, 1947, 2009, 2187, 2722, ...

Apocalypse Revealed 81, 379, 781

Doctrine of the New Jerusalem Regarding the Sacred Scripture 101

True Christian Religion 264, 298, 706


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 102, 329, 391, 405, 617, 1045, 1082

Jiný komentář

  Příběhy:



Skočit na podobné biblické verše

Exodus 23:24, 34:24

Leviticus 3:17, 17:3, 4, 11, 18:3, 21, 30, 20:2, 23:40, 25:18, 19

Numbers 5:9

Deuteronomy 3:18, 5:1, 6:1, 7:5, 16, 10:9, 11:16, 12:5, 11, 14, 18, 14:5, 23, 26, 27, 29, 15:19, 20, 22, 23, 16:2, 6, 7, 11, 14, 15, 17:8, 18:6, 9, 10, 19:1, 20:18, 21:9, 26:2, 11, 27:7, 31:11, 33:28

Joshua 9:27, 11:23, 14:1, 21:43, 22:11, 16, 29

Judges 17:6

1 Samuel 1:21

1 Kings 8:29, 12:27, 14:23

2 Kings 3:27, 16:10, 17:15, 18:22

1 Chronicles 22:1, 18, 29:22

2 Chronicles 7:12, 14:2, 33:2

Nehemiah 1:9, 8:9

Psalms 66:13, 78:58, 106:35, 116:17

Isaiah 62:9

Jeremiah 2:20, 7:12, 21, 17:2, 31:2

Ezekiel 11:12, 38:11, 44:3

Micah 2:10

John 4:20

Acts of the Apostles 13:19

Philippians 4:4

Hebrews 8

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...


Přeložit: