Daniel 8

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Daniel 7   Daniel 9 →

1 ετους τριτου βασιλευοντος βαλτασαρ ορασις ην ειδον εγω δανιηλ μετα το ιδειν με την πρωτην

2 και ειδον εν τω οραματι του ενυπνιου μου εμου οντος εν σουσοις τη πολει ητις εστιν εν ελυμαιδι χωρα ετι οντος μου προς τη πυλη αιλαμ

3 αναβλεψας ειδον κριον ενα μεγαν εστωτα απεναντι της πυλης και ειχε κερατα και το εν υψηλοτερον του ετερου και το υψηλοτερον ανεβαινε

4 μετα δε ταυτα ειδον τον κριον κερατιζοντα προς ανατολας και προς βορραν και προς δυσμας και μεσημβριαν και παντα τα θηρια ουκ εστησαν ενωπιον αυτου και ουκ ην ο ρυομενος εκ των χειρων αυτου και εποιει ως ηθελε και υψωθη

5 και εγω διενοουμην και ιδου τραγος αιγων ηρχετο απο δυσμων επι προσωπου της γης και ουχ ηπτετο της γης και ην του τραγου κερας εν ανα μεσον των οφθαλμων αυτου

6 και ηλθεν επι τον κριον τον τα κερατα εχοντα ον ειδον εστωτα προς τη πυλη και εδραμε προς αυτον εν θυμω οργης

7 και ειδον αυτον προσαγοντα προς τον κριον και εθυμωθη επ' αυτον και επαταξε και συνετριψε τα δυο κερατα αυτου και ουκετι ην ισχυς εν τω κριω στηναι κατεναντι του τραγου και εσπαραξεν αυτον επι την γην και συνετριψεν αυτον και ουκ ην ο ρυομενος τον κριον απο του τραγου

8 και ο τραγος των αιγων κατισχυσε σφοδρα και οτε κατισχυσε συνετριβη αυτου το κερας το μεγα και ανεβη ετερα τεσσαρα κερατα κατοπισθεν αυτου εις τους τεσσαρας ανεμους του ουρανου

9 και εξ ενος αυτων ανεφυη κερας ισχυρον εν και κατισχυσε και επαταξεν επι μεσημβριαν και επ' ανατολας και επι βορραν

10 και υψωθη εως των αστερων του ουρανου και ερραχθη επι την γην απο των αστερων και απο αυτων κατεπατηθη

11 εως ο αρχιστρατηγος ρυσεται την αιχμαλωσιαν και δι' αυτον τα ορη τα απ' αιωνος ερραχθη και εξηρθη ο τοπος αυτων και θυσια και εθηκεν αυτην εως χαμαι επι την γην και ευωδωθη και εγενηθη και το αγιον ερημωθησεται

12 και εγενηθησαν επι τη θυσια αι αμαρτιαι και ερριφη χαμαι η δικαιοσυνη και εποιησε και ευωδωθη

13 και ηκουον ετερου αγιου λαλουντος και ειπεν ο ετερος τω φελμουνι τω λαλουντι εως τινος το οραμα στησεται και η θυσια η αρθεισα και η αμαρτια ερημωσεως η δοθεισα και τα αγια ερημωθησεται εις καταπατημα

14 και ειπεν αυτω εως εσπερας και πρωι ημεραι δισχιλιαι τριακοσιαι και καθαρισθησεται το αγιον

15 και εγενετο εν τω θεωρειν με εγω δανιηλ το οραμα εζητουν διανοηθηναι και ιδου εστη κατεναντιον μου ως ορασις ανθρωπου

16 και ηκουσα φωνην ανθρωπου ανα μεσον του ουλαι και εκαλεσε και ειπεν γαβριηλ συνετισον εκεινον την ορασιν και αναβοησας ειπεν ο ανθρωπος επι το προσταγμα εκεινο η ορασις

17 και ηλθε και εστη εχομενος μου της στασεως και εν τω ερχεσθαι αυτον εθορυβηθην και επεσα επι προσωπον μου και ειπεν μοι διανοηθητι υιε ανθρωπου ετι γαρ εις ωραν καιρου τουτο το οραμα

18 και λαλουντος αυτου μετ' εμου εκοιμηθην επι προσωπον χαμαι και αψαμενος μου ηγειρε με επι του τοπου

19 και ειπε μοι ιδου εγω απαγγελλω σοι α εσται επ' εσχατου της οργης τοις υιοις του λαου σου ετι γαρ εις ωρας καιρου συντελειας μενει

20 τον κριον ον ειδες τον εχοντα τα κερατα βασιλευς μηδων και περσων εστι

21 και ο τραγος των αιγων βασιλευς των ελληνων εστι και το κερας το μεγα το ανα μεσον των οφθαλμων αυτου αυτος ο βασιλευς ο πρωτος

22 και τα συντριβεντα και αναβαντα οπισω αυτου τεσσαρα κερατα τεσσαρες βασιλεις του εθνους αυτου αναστησονται ου κατα την ισχυν αυτου

23 και επ' εσχατου της βασιλειας αυτων πληρουμενων των αμαρτιων αυτων αναστησεται βασιλευς αναιδης προσωπω διανοουμενος αινιγματα

24 και στερεωθησεται η ισχυς αυτου και ουκ εν τη ισχυι αυτου και θαυμαστως φθερει και ευοδωθησεται και ποιησει και φθερει δυναστας και δημον αγιων

25 και επι τους αγιους το διανοημα αυτου και ευοδωθησεται το ψευδος εν ταις χερσιν αυτου και η καρδια αυτου υψωθησεται και δολω αφανιει πολλους και επι απωλειας ανδρων στησεται και ποιησει συναγωγην χειρος και αποδωσεται

26 το οραμα το εσπερας και πρωι ηυρεθη επ' αληθειας και νυν πεφραγμενον το οραμα ετι γαρ εις ημερας πολλας

27 εγω δανιηλ ασθενησας ημερας πολλας και αναστας επραγματευομην παλιν βασιλικα και εξελυομην επι τω οραματι και ουδεις ην ο διανοουμενος

← Daniel 7   Daniel 9 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 179

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 22, 411, 1458, 1664, 1808, 2333, 2405 ...

Apocalypse Revealed 34, 36, 51, 151, 270, 447, 541 ...

Brief Exposition of Doctrine 83, 85

Conjugial Love 26

Divine Providence 134

The Lord 4, 28, 52

Faith 61, 63, 65, 66, 67

Heaven and Hell 171

The Last Judgment (Continuation) 13

True Christianity 157, 764

Ukázat odkazy z nepublikovaných děl Swedenborga




Přeložit:
Sdílet: